previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀπὸ ποίου πρώτου στοιχείου ἤρξατο κοσμοποιεῖν θεός.

οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου: ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.

Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου.

Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, δεύτερον δὲ τὸ πῦρ, ἐφ᾽ τὴν γῆν, ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς περιφορᾶς ἀναβλύσαι τὸ ὕδωρ ἐξ οὗ ἀναθυμιαθῆναι τὸν ἀέρα καὶ γενέσθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος τὸν [p. 300] δ᾽ ἥλιον ἐκ τοῦ πυρός, πιληθῆναι δ᾽ ἐκ τῶν ἄλλων τὰ περίγεια.

Πλάτων ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου: τοῦ δ᾽ ὁρατοῦ κόσμου προτέραν μὲν εἶναι τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδὲς τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον ὕδατος δὲ καὶ ἀέρος δεύτερον.

Πυθαγόρας, πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ , ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν.

Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: