previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πόθεν ἔννοιαν ἔσχον θεοῦ ἄνθρωποι.

ὁρίζονται δὲ τὴν τοῦ θεοῦ οὐσίαν οἱ Στωικοὶ οὕτω: πνεῦμα νοερὸν καὶ πυρῶδες οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δ᾽ εἰς βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. ἔσχον δ᾽ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσλαμβάνοντες: οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ καὶ ὡς ἔτυχε [p. 278] γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης. καλὸς δ᾽ κόσμος: δῆλον δ᾽ ἐκ τοῦ σχήματος καὶ τοῦ χρώματος καὶ τοῦ μεγέθους καὶ τῆς περὶ τὸν κόσμον τῶν ἀστέρων ποικιλίας. σφαιροειδὴς δ᾽ κόσμος πάντων τῶν σχημάτων πρωτεύει : μόνον γὰρ τοῦτο τοῖς ἑαυτοῦ μέρεσιν ὁμοιοῦται: περιφερὴς δ᾽ ὢν ἔχει τὰ μέρη περιφερῆ διὰ τοῦτο γὰρ κατὰ τὸν Πλάτωνα ἐν τῇ κεφαλῇ τὸ ἱερώτατον συνέστηκε νοῦς. καὶ τὸ χρῶμα δὲ καλόν: κυανώσει γὰρ κέχρωσται, πορφύρας μέν ἐστι μελάντερον στίλβουσαν δ᾽ ἔχει τὴν ποιότητα: καὶ διὰ ταύτην τὴν αἰτίαν τῷ τῆς χροιᾶς συντόνῳ διακόπτων τηλικαύτην ἀέρος ἀκόστασιν ἐκ τοσούτων διαστημάτων θεωρεῖται. καὶ ἐκ τοῦ μεγέθους καλός: πάντων γὰρ τῶν ὁμογενῶν τὸ περιέχον καλὸν ὡς ζῷον καὶ δένδρον. ἐπιτελεῖ τὸ κάλλος τοῦ κόσμου καὶ ταῦτα τὰ φαινόμενα: μὲν γὰρ λοξὸς κύκλος ἐν οὐρανῷ διαφόροις εἰδώλοις πεποίκιλται:
τῷ δ̓ ἔνι καρκίνος ἐστί, λέων δ̓ ἐπὶ τῷ, μετὰ δ᾽ αὐτὸν
παρθένος, ἠδ᾽ ἐπί οἱ χηλαὶ καὶ σκορπίος αὐτὸς
τοξευτής τε καὶ αἰγόκερως, ἐπὶ δ᾽ αἰγοκέρωτι
ὑδροχόος: δύο δ᾽ αὐτὸν ἐπ᾽ ἰχθύες ἀστερόεντες:
τοὺς δὲ μέτα κριός, ταῦρος δ᾽ ἐπὶ τῷ δίδυμοί τε.
μυρία δ᾽ ἄλλα καθ᾽ ὁμοίας τοῦ κόσμου περικλάσεις πεποίηκεν: ὅθεν καὶ Εὐριπίδης φησὶ [p. 279]
τὸ τ᾽ ἀστερωπὸν οὐρανοῦ σέλας,
χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ.
ἐλάβομεν δ᾽ ἐκ τούτου ἔννοιαν θεοῦ: ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι καὶ κατὰ τόπους καὶ κατὰ χρόνους τοὺς αὐτούς. διόπερ οἱ τὸν περὶ τῶν θεῶν παραδόντες σεβασμὸν διὰ τριῶν ἐξέθηκαν ἡμῖν εἰδῶν, πρῶτον μὲν τοῦ φυσικοῦ, δεύτερον δὲ τοῦ μυθικοῦ, τρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότος, διοικεῖσθαι διδάσκεται δὲ τὸ μὲν φυσικὸν ὑπὸ τῶν φιλοσόφων, τὸ δὲ μυθικὸν ὑπὸ τῶν ποιητῶν, τὸ δὲ νομικὸν ὑφ᾽ ἑκάστης ἀεὶ πόλεως συνίσταται. διαιρεῖται δ᾽ πᾶσα διδαχὴ εἰς εἴδη ἑπτά: καὶ πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων καὶ μετεώρων: θεοῦ γὰρ ἔννοιαν ἔσχον ἀπὸ τῶν φαινομένων ἀστέρων, ὁρῶντες τούτους μεγάλης συμφωνίας ὄντας αἰτίους καὶ τεταγμένας ἀνατολάς τε καὶ δυσμάς, ἡμέρας τε καὶ νύκτας χειμῶνά τε καὶ θέρος, καὶ τὰ ὑπὸ τῆς γῆς ζῳογονούμενα καὶ καρπογονούμενα. διὸ: πατὴρ μὲν ἔδοξεν αὐτοῖς οὐρανὸς ὑπάρχειν, μήτηρ δὲ γῆ: τούτων δ᾽ μὲν πατὴρ διὰ τὸ τὰς τῶν ὑδάτων ἐκχύσεις σπερμάτων ἔχειν τάξιν: δὲ γῆ μήτηρ διὰ τὸ δέχεσθαι [p. 280] ταῦτα καὶ τίκτειν: βλέποντες δὲ τοὺς ἀστέρας ἀεὶ θέοντας αἰτίους τε τοῦ θεωρεῖν ἡμᾶς ἥλιον καὶ σελήνην, θεοὺς προσηγόρευσαν. εἰς δεύτερον δὲ καὶ τρίτον τόπον τοὺς θεοὺς διεῖλον, εἴς τε τὸ βλάπτον καὶ τὸ ὠφελοῦν: καὶ τοὺς μὲν ὠφελοῦντας Δία Ἥραν Ἑρμῆν Δήμητραν τοὺς δὲ βλάπτοντας Ποινὰς Ἐρινύας Ἄρην, τούτους ἀφοσιούμενοι χαλεποὺς ὄντας καὶ βιαίους. τέταρτον καὶ πέμπτον προστεθείκασι τοῖς πράγμασι καὶ τοῖς πάθεσι, καθάπερ ἔρωτα Ἀφροδίτην Πόθον: πραγμάτων δ᾽ Ἐλπίδα Δίκην Εὐνομίαν. ἕκτον δὲ τόπον προσέλαβε τὸ ὑπὸ τῶν ποιητῶν πεπλασμένον : Ἡσίοδος γὰρ βουλόμενος τοῖς γενητοῖς θεοὺς πατέρας συστῆσαι εἰσήγαγε τοιούτους αὐτοῖς γεννήτορας
κοῖόν τε Κρεῖὸν θ᾽ Ὑπερίονά τ᾽ Ἰαπετόν τε:
διὰ τοῦτο καὶ μυθικὸν κέκληται. ἕβδομον δὲ καὶ ἐπὶ πᾶσι τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον εὐεργεσίας ἐκτετιμημένον ἀνθρώπινον δὲ γεννηθέν, ὡς Ἡρακλέα ὡς Διοσκόρους ὡς Διόνυσον. ἀνθρωποειδεῖς δ᾽ αὐτοὺς ἔφασαν εἶναι, διότι τῶν μὲν ἁπάντων τὸ θεῖον κυριώτατον, τῶν δὲ ζῴων ἄνθρωπος κάλλιστον καί, κεκοσμημένον ἀρετῇ διαφόρως κατὰ τὴν τοῦ νοῦ σύστασιν, τὸ κράτιστον. τοῖς οὖν ἀριστεύουσι τὸ κράτιστον ὁμοίως καὶ καλῶς ἔχειν διενοήθησαν. [p. 281]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: