Περὶ φύσεως.
Ἐμπεδοκλῆς φύσιν μηδενὸς εἶναι, μῖξιν δὲ τῶν στοιχείων καὶ διάστασιν. γράφει γὰρ οὕτως ἐν τῷ πρώτῳ Φυσικῶνἄλλο δέ τοι ἐρέω φύσις οὐδενός ἐστιν ἁπάντωνἈναξαγόρας: ὁμοίως τὴν φύσιν σύγκρισιν καὶ διάκρισιν, τουτέστι γένεσιν καὶ φθοράν.
θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή,
ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων
ἐστί, φύσις δὲ βροτοῖς ὀνομάζεται ἀνθρώποισιν.