previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τῶν ἀρχῶν τί εἰσιν.

Θαλῆς Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀπεφὴνατο τὸ ὕδωρ: δοκεῖ δ᾽ ἀνὴρ οὗτος ἄρξαι τῆς [p. 267] φιλοσοφίας καὶ ἀπ᾽ αὐτοῦ Ἰωνικὴ αἵρεσις προσηγορεύθη: ἐγένοντο γὰρ πλεῖσται διαδοχαὶ φιλοσοφίας. φιλοσοφήσας δ᾽ ἐν Αἰγύπτῳ πρεσβύτσρος ἦλθεν εἰς Μίλητον. ἐξ ὕδατος δέ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι στοχάζεται δ᾽ ἐκ τούτου πρῶτον, ὅτι πάντων τῶν ζῴων γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὖσα: οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον, ὅτι πάντα τὰ φυτὰ ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται τρίτον, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τὸ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς κόσμος: διὰ τοῦτο καὶ Ὅμηρος ταύτην τὴν γνώμην ὑποτίθεται περὶ τοῦ ὕδατος
Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται.

Ἀναξίμανδρος δ᾽ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους, καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίνονται. λέγει γοῦν διότι ἄπειρόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ γένεσις ὑφισταμένη. ἁμαρτάνει δ᾽ οὗτος, μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν ὕδωρ γῆ ἄλλα τινὰ σώματα. ἁμαρτάνει οὖν, τὴν μὲν ὕλην ἀποφαινὸ [p. 268] μενος τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν: τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ὕλη ἐστίν οὐ δύναται δ᾽ ὕλη εἶναι ἐνεργείᾳ, ἂν μὴ τὸ ποιοῦν ὑποκέηται.

Ἀναξιμένης δ᾽ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο : ἐκ γὰρ τούτου τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι, οἷον ψυχήφησὶν ἡμετέρα ἀὴρ οὖσα συγκρατεῖ ἡμᾶς καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀὴρ περιέχει:’ λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ καὶ οὗτος, ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα: ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων, ἐξ ἧς τὰ πάντα, ὑποστῆναι: ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἂν μὴ καὶ τὸ ποιοῦν , τουτέστιν ἀργυροκόπος ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου καὶ τῆς ἄλλης ὕλης.

Ἀναξαγόρας Κλαζομένιος ἀρχὰς τῶν ὄντων τὰς ὁμοιομερείας ἀπεφήνατο: ἐδόκει γὰρ αὐτῷ ἀπορώτατον εἶναι, πῶς ἐκ τοῦ μὴ ὄντος δύναταί γίνεσθαι φθείρεσθαι εἰς τὸ μὴ ὄν: τροφὴν γοῦν προσφερόμεθα ἁπλῆν καὶ μονοειδῆ, οἷον τὸν Δημήτριον ἄρτον, τὸ ὕδωρ πίνοντες: καὶ ἐκ ταύτης τῆς τροφῆς τρέφεται θρὶξ φλὲψ ἀρτηρία νεῦρα [p. 269] ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. τούτων οὖν γινομένων, ὁμολογητέον ἐστὶν ὅτι ἐν τῇ τροφῇ τῇ προσφερομένῃ πάντα ἐστὶ τὰ ὄντα καὶ ἐκ τῶν ὄντων πάντα αὔξεται καὶ ἐν ἐκείνῃ ἐστὶ τῇ τροφῇ μόρια αἵματος γεννητικὰ καὶ νεύρων καὶ ὀστέων καὶ τῶν ἄλλων ἦν λόγῳ θεωρητὰ μόρια. οὐ γὰρ δεῖ πάντα ἐπὶ τὴν αἴσθησιν ἀνάγειν, ὅτι ἄρτος καὶ τὸ ὕδωρ ταῦτα κατασκευάζει, ἀλλ᾽ ἐν τούτοις ἔστι λόγῳ θεωρητὰ μόρια. ἀπὸ τοῦ οὖν ὅμοια τὰ μέρη εἶναι ἐν τῇ τροφῇ τοῖς γεννωμένοις ὁμοιομερείας αὐτὰ ἐκάλεσε καὶ ἀρχὰς τῶν ὄντων ἀπεφήνατο καὶ τὰς μὲν ὁμοιομερείας ὕλην, τὸ δὲ ποιοῦν αἴτιον τὸν νοῦν τὸν τὰ πάντα διαταξάμενον. ἄρχεται δ᾽ οὕτωςὁμοῦ πάντα χρήματα ἦν, νοῦς δ᾽ αὐτὰ διῄρε καὶ διεκόσμησεχρήματα λέγων τὰ πράγματα. ἀποδεκτέος οὖν ἐστιν, ὅτι τῇ ὕλῃ τὸν τεχνίτην προσέζευξεν.

Ἀρχέλαος Ἀπολλοδώρου Ἀθηναῖος ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν: τούτων δὲ τὸ μὲν εἶναι πῦρ τὸ δ᾽ ὕδωρ.

οὗτοι μὲν οὖν ἐφεξῆς; ἀλλήλοις ταῖς διαδοχαῖς γενόμενοι τὴν λεχθεῖσαν Ἰωνικὴν συμπληροῦσι φιλοσοφίαν ἀπὸ Θάλητος.

πάλιν δ᾽ ἀπ᾽ ἄλλης ἀρχῆς Πυθαγόρας Μνησάρχου Σάμιος, πρῶτος φιλοσοφίαν τούτῳ τῷ ῥήματι προσαγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς [p. 270] συμμετρίας τὰς ἐν τούτοις, ἃς καὶ ἁρμονίας καλεῖ τὰ δ᾽ ἐξ ἀμφοτέρων σύνθετα στοιχεῖα, καλούμενα δὲ γεωμετρικά: πάλιν δὲ τὴν μονάδα καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς. σπεύδει δ᾽ αὐτῷ τῶν ἀρχῶν μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ εἰδικόν, ὅπερ ἐστὶ νοῦς,: θεός, δ᾽ ἐπὶ τὸ παθητικὸν τε καὶ ὑλικόν, ὅπερ ἐστὶν ὁρατὸς κόσμος:. εἶναι δὲ τὴν φύσιν τοῦ ἀριθμοῦ δεκάδα: ‘μέχρι γὰρ τῶν δέκα πάντες Ἕλληνες, πάντες βάρβαροι ἀριθμοῦσιν, ἐφ᾽ ἐλθόντες πάλιν ἀναποδοῦσιν ἐπὶ τὴν μονάδα: καὶ τῶν δέκα πάλιν, φησίν, δύναμίς ἐστιν ἐν τοῖς τέσσαρσι καὶ τῇ τετράδι τὸ δ᾽ αἴτιον, εἴ τις ἀπὸ τῆς μονάδος ἀναποδῶν κατὰ πρόσθεσιν τιθείη τοὺς ἀριθμοὺς ἄχρι τῶν τεσσάρων προελθὼν ἐκπληρώσει τὸν δέκα ἀριθμόν ἐὰν δὲ ὑπερβάληται τὸν τῆς τετράδος, καὶ τῶν δέκα ὑπερεκπεσεῖται οἷον εἴ τις θείη ἓν καὶ δύο προσθείη καὶ τρία καὶ τούτοις τέσσαρα, τὸν τῶν δέκα πληρώσει ἀριθμόν: ὥστε ἀριθμὸς κατὰ μὲν μονάδα ἐν τοῖς δέκα κατὰ δὲ δύναμιν ἐν τοῖς τέσσαρσιδιὸ καὶ ἐφθέγγοντο οἱ Πυθαγόρειοι, ὡς μεγίστου ὅρκου ὄντος τῆς τετράδος, [p. 271]

οὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν,
παγὰν ἀενάου φύσεος ῥίζωμὰ τ᾽ ἔχουσαν.
καὶ ἡμετέρα ψυχήφησὶνἐκ τετράδος σύγκειταιεἶναι γὰρ νοῦν ἐπιστήμην δόξαν αἴσθησιν, ἐξ ὧν πᾶσα τέχνη καὶ ἐπιστήμη καὶ αὐτοὶ λογικοὶ ἐσμεν. νοῦς μὲν οὖν μονάς ἐστιν: γὰρ νοῦς κατὰ μονάδα θεωρεῖται, οἷον πολλῶν ὄντων ἀνθρώπων οἱ μὲν ἐπὶ μέρους εἰσὶν ἀναίσθητοι ἀπερίληπτοι καὶ ἄπειροι, ἀλλ᾽ αὐτὸ τοῦτο ἄνθρωπον ἕνα μόνον νοοῦμεν, οὐδεὶς ἔτυχεν ὅμοιος: καὶ ἵππον ἕνα μόνον νοοῦμεν, οἱ δ᾽ ἐπὶ μέρους εἰσὶν ἄπειροι. τὰ γὰρ εἴδη ταῦτα πάντα καὶ γένη κατὰ μονάδας εἰσί: διὸ καὶ ἐπὶ: ἑνὸς ἑκάστου αὐτῶν τοῦτον τὸν ὅρον ἀποδιδόντες λέγουσι ζῷον λογικὸν ζῷον χρεμετιστικὸν ῥητέον. διὰ τοῦτο οὖν νοῦς μονάς, ταῦτα νοοῦμεν, καὶ δυὰς δ᾽ ἀόριστος ἐπιστήμη, εἰκότως: πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα πίστις ἐπιστήμης, πρὸς δὲ καὶ πᾶς συλλογισμὸς ἔκ τινων ὁμολογουμένων τὸ ἀμφισβητούμενον συνάγει καὶ ῥᾳδίως ἀποδείκνυται ἕτερον: ὧν ἐπιστήμη κατάληψίς ἐστι, διὸ εἴη ἂν δυάς. δὲ δόξα τριὰς ἐκ καταλήψεώς ἐστιν, εὐλόγως, ὅτι πολλῶν ἐστιν δόξα δὲ τριὰς πλῆθος, ὡςτρισμάκαρες Δαναοὶδιὰ τοῦτο οὖν ἐγκρίνει τὴν τριάδα ... δὲ [p. 272] τούτων αἵρεσις Ἰταλικὴ προσηγορεύθη διὰ τὸ τὸν Πυθαγόραν ἐν Ἰταλίᾳ σχολάσαι μετέστη γὰρ ἀπὸ Σάμου τῆς πατρίδος, τῇ Πολυκράτους τυραννίδι δυσαρεστήσας.

Ἡράκλειτος καὶ Ἵππασος Μεταποντῖνος ἀρχὴν τῶν ὅλων τὸ πῦρ: ἐκ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι: τούτου δὲ κατασβεννυμένου, κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆν γίνεσθαι, ἔπειτ᾽ ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δ᾽ ἀέρα γίνεσθαι πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα: τέλος δέ, ὅτι καὶ εἰς τοῦτο ἀναλύεται τὰ πάντα.

Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος κατὰ Δημόκριτον φιλοσοφήσας ἔφη τὰς ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεωρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, ἀίδια, ἄφθαρτα, οὔτε θραυσθῆναι δυνάμενα οὔτε [p. 273] διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν οὔτ᾽ ἀλλοιωθῆναι εἶναι δ᾽ αὐτὰ λόγῳ θεωρητά ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ: εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχῆμα μέγεθος βάρος. Δημόκριτος μὲν γὰρ ἔλεγε δύο, μέγεθὸς τε καὶ σχῆμα, δ᾽ Ἐπίκουρος τούτοις καὶ τρίτον, τὸ βάρος, προσέθηκεν : ‘ἀνάγκη γάρφησὶκινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ :, ἐπεὶ οὐ κινηθήσεταιεἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων ἀπερίληπτα οὐκ ἄπειρα μὴ γὰρ εἶναι μήτ᾽ ἀγκιστροειδεῖς μήτε τριαινοειδεῖς μήτε κρικοειδεῖς : ταῦτα γὰρ τὰ σχήματα εὔθραυστά ἐστιν : αἱ δ᾽ ἄτομοι ἀπαθεῖς ἄθραυστοι, ἴδια δ᾽ ἔχειν σχήματα λόγῳ θεωρητά. καὶ εἴρηται ἄτομος, οὐχ ὅτι ἐστὶν ἐλαχίστη ἀλλ᾽ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ: ὥστε, ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει καὶ ἀπαθῆ , ἀμέτοχον κενοῦ. ὅτι δὲ ἔστιν ἄτομος, σαφές: καὶ γὰρ ἔστι στοιχεῖα ἀεὶ ὄντα καὶ ζῷα κενὰ καὶ μονάς.

Ἐμπεδοκλῆς Μέτωνος Ἀκραγαντῖνος τέτταρα μὲν λέγει στοιχεῖα, πῦρ ἀέρα ὕδωρ γῆν: δύο δ᾽ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος: ὧν μέν ἐστιν ἑνωτικὴ τὸ δὲ διαιρετικόν. φησὶ δ᾽ οὕτως [p. 274]

τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε.
Ζεὺς ἀργὴς Ἥρη: τε φερέσβιος ἠδ᾽ Ἀιδωνεύς,
νῆστὶς θ᾽, δακρύοις τέγγει κρούνωμα βρότειον.
Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥρην δὲ φερέσβιον τὸν ἀέρα, τὴν δὲ γῆν τὸν Ἀιδωνέα, Νῆστιν δὲ καὶ κρούνωμα βρότειον οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ.

Σωκράτης Σωφρονίσκου Ἀθηναῖος καὶ Πλάτων Ἀρίστωνος Ἀθηναῖος ῾αἱ γὰρ αὐταὶ περὶ παντὸς ἑκατέρου δόξαἰ τρεῖς ἀρχάς, τὸν θεὸν τὴν ὕλην τὴν ἰδέαν. δὲ θεὸς νοῦς ἐστι τοῦ κόσμου, ὕλη δὲ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ, ἰδέα δ᾽ οὐσία ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ.

Ἀριστοτέλης δὲ Νικομάχου Σταγειρίτης ἀρχὰς μὲν ἐντελέχειαν, ἤτοι εἶδος ὕλην στέρησιν: στοιχεῖα δὲ τέτταρα, πέμπτον δέ τι σῶμα αἰθέριον ἀμετάβλητον.

Ζήνων Μνασέου Κιτιεὺς ἀρχὰς μὲν τὸν θεὸν καὶ τὴν ὕλην, ὧν μέν ἐστι τοῦ ποιεῖν αἴτιος δὲ τοῦ πάσχειν, στοιχεῖα δὲ τέτταρα. [p. 275]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: