previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τί ἐστι φύσις.

ἐπειδὴ πρόκειται ἡμῖν τὰ φυσικὰ θεωρῆσαι, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι, τί ποτ᾽ ἐστὶν φύσις ἄτοπον γὰρ πειρᾶσθαι μὲν φυσιολογεῖν, ἀγνοεῖν δ᾽ αὐτὸ τοῦτο, τὴν τῆς φύσεως δύναμιν. ἔστιν οὖν, κατὰ τὸν Ἀριστοτέλην, φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός: πάντα γὰρ τὰ ὁρώμενα, ὅσα μήτε ὑπὸ τύχης μήτε ὑπ᾽ ἀνάγκης μήτ᾽ ἐστὶ θεῖα μήτε: τοιαύτην αἰτίαν ἔχει, φυσικὰ λέγεται καὶ φύσιν ἰδίαν ἔχει οἷον γῆ πῦρ ὕδωρ ἀὴρ φυτὰ ζῷα: ἔτι δὲ ταῦτα τὰ γινόμενα, ὄμβροι χάλαζαι κεραυνοὶ πρηστῆρες ἄνεμοι ταῦτα γὰρ ἀρχὴν ἔχει τινα: οὐ γὰρ ἐξ αἰῶνος ἕκαστον τούτων ἐστὶν ἀλλ᾽ ἀπό τινος ἀρχῆς γίνεται: καὶ ταῦτα μέντοι, οἷον ζῷα φυτά, ἀρχὴν γενέσεως ἔχει: ἐν δὴ τούτοις φύσις ἀρχὴ τὸ [p. 266] πρῶτόν ἐστι καὶ οὐ μόνον κινήσεως ἀλλὰ καὶ ἠρεμίας ὅσα γὰρ ἀρχὴν κινήσεως ἔλαβε, ταῦτα δύναται λαβεῖν καὶ τελευτήν. διὰ τοῦτο οὖν φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: