Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπὶ μέντοι τῶν ἔτι ἀρχαιοτέρων οὐδ᾽ εἰδέναι φασὶ τοὺς Ἕλληνας τὴν θεατρικὴν μοῦσαν: ὅλην δ᾽
αὐτῆς τὴν ἐπιστήμην πρός τε θεῶν τιμὴν καὶ τὴν τῶν νέων παίδευσιν παραλαμβάνεσθαι, μηδὲ τὸ
παράπαν ἤδη θεάτρου παρὰ τοῖς ἀνδράσιν ἐκείνοις κατεσκευασμένου, ἀλλ᾽ ἔτι τῆς μουσικῆς ἐν τοῖς ἱεροῖς ἀναστρεφομένης, ἐν οἷς τιμήν τε τοῦ θείου διὰ ταύτης ἐποιοῦντο καὶ
τῶν ἀγαθῶν ἀνδρῶν ἐπαίνους
εἰκὸς δ᾽ εἶναι ὅτι τὸ θέατρον ὕστερον καὶ τὸ
θεωρεῖν πολὺ πρότερον ἀπὸ τοῦ θεοῦ τὴν προσηγορίαν
ἔλαβεν. ἐπὶ μέντοι τῶν καθ᾽ ἡμᾶς χρόνων τοσοῦτον ἐπιδέδωκε τὸ τῆς διαφθορᾶς εἶδος, ὥστε τοῦ μὲν παιδευτικοῦ τρόπου μηδεμίαν μνείαν μηδ᾽
ἀντίληψιν εἶναι, πάντας δὲ τοὺς μουσικῆς ἁπτομένους
πρὸς τὴν θεατρικὴν προσκεχωρηκέναι μοῦσαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.