Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἡ Μιξολύδιος δὲ παθητικὴ τίς ἐστι, τραγῳδίαις ἁρμόζουσα., Ἀριστόξενος δέ φησι Σαπφὼ
πρώτην εὕρασθαι τὴν Μιξολυδιστί, παρ᾽ ἧς τοὺς
τραγῳδοποιοὺς μαθεῖν: λαβόντας γοῦν αὀτοὺς συζεῦξαι
τῇ Δωριστί, ἐπεὶ ἡ μὲν τὸ μεγαλοπρεπὲς καὶ ἀξιωματικὸν ἀποδίδωσιν ἡ δὲ τὸ παθητικόν, μέμικται
δὲ διὰ τούτων τραγῳδία. ἐν δὲ τοῖς Ἱστορικοῖς
τῆς Ἁρμονικῆς Πυθοκλείδην φησὶ τὸν αὐλητὴν
[p. 502]
εὑρετὴν αὐτῆς γεγονέναι. Λῦσις δὲ Λαμπροκλέα τὸν Ἀθηναῖον συνιδόντα, ὅτι οὐκ ἐνταῦθα ἔχει τὴν διάζευξιν, ὅπου σχεδὸν ἅπαντες ᾤοντο, ἀλλ᾽ ἐπὶ τὸ ὀξύ, τοιοῦτον αὐτῆς ἀπεργάσασθαι τὸ σχῆμα οἷον
τὸ ἀπὸ παραμέσης ἐπὶ ὑπάτην ὑπατῶν. ἀλλὰ μὴν
καὶ τὴν Ἐπανειμένην Λυδιστί, εἴπερ ἐναντία τῇ
Μιξολυδιστί, παραπλησίαν οὖσαν τῇ Ἰάδι, ὑπὸ Δάμωνος
εὑρῆσθαί φασι τοῦ Ἀθηναίου
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.