Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ τοίνυν ‘ἡδὺ πανταχόθεν ἡ φίλου μνήμη
τεθνηκότος’ ὥσπερ Ἐπίκουρος εἶπε, καὶ ἤδη νοεῖν πάρεστιν ἡλίκης ἑαυτοὺς χαρᾶς ἀποστεροῦσι φάσματα μὲν καὶ εἴδωλα τεθνηκότων ἑταίρων οἰόμενοι
δέχεσθαι καὶ θηρεύειν, οἷς οὔτε νοῦς ἐστιν οὔτ᾽ [p. 417]
αἴσθησις, αὐτοῖς δὲ συνέσεσθαι πάλιν ἀληθῶς καὶ τὸν φίλον πατέρα καὶ τὴν φίλην μητέρα καί που γυναῖκα χρηστὴν ὄψεσθαι μὴ προσδοκῶντες, μηδ᾽
ἔχοντες ἐλπίδα τῆς ὁμιλίας ἐκείνης καὶ φιλοφροσύνης,
ἣν ἔχουσιν οἱ ταὐτὰ Πυθαγόρᾳ καὶ Πλάτωνι
καὶ Ὁμήρῳ περὶ ψυχῆς δοξάζοντες. ᾧ δ᾽ ὅμοιόν ἐστιν αὐτῶν τὸ πάθος, Ὅμηρος ὑποδεδήλωκεν, εἴδωλον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.