Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πιθανότητι τῶν ἔργων, ὥστε Νικίαν γράφοντα τὴν
Νεκυίαν ἐρωτᾶν πολλάκις τοὺς οἰκέτας εἰ ἠρίστηκε,
Πτολεμαίου δὲ τοῦ βασιλέως ἑξήκοντα τάλαντα τῆς γραφῆς συντελεσθείσης πέμψαντος αὐτῷ, μὴ λαβεῖν μηδ᾽ ἀποδόσθαι τοὔργον: τίνας οἰόμεθα καὶ πηλίκας ἡδονὰς ἀπὸ γεωμετρίας δρέπεσθαι καὶ ἀστρολογίας Εὐκλείδην γράφοντα τὰ διοπτρικὰ καὶ Φίλιππον
ἀποδεικνύντα περὶ τοῦ σχήματος τῆς σελήνης καὶ Ἀρχιμήδην ἀνευρόντα τῇ γωνίᾳ τὴν διάμετρον τοῦ ἡλίου τηλικοῦτον τοῦ μεγίστου κύκλου μέρος οὖσαν, ἡλίκον ἡ γωνία τῶν τεσσάρων ὀρθῶν: καὶ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.