previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔστιν οὖν πρόνοια μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθ᾽ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται. δὲ δευτέρα δευτέρων θεῶν τῶν κατ᾽ οὐρανὸν ἰόντων, καθ᾽ ἣν τά τε θνητὰ γίγνεται τεταγμένως καὶ ὅσα [p. 479] πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν. τρίτη δ᾽ ἂν εἰκότι 1 ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τριττῆς τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθ᾽ εἱμαρμένην καὶ κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν: ἀλλ᾽ ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατ᾽ ἄλλην, ἔνια δὲ καθ᾽ εἱμαρμένην: 2 καὶ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, δὲ πρόνοια οὐδαμῶς καθ᾽ εἱμαρμένην. ἔστω δ᾽ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω. τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθ᾽ τι ἂν καὶ λέγηται: οἷον τὸ κατὰ νόμον τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως: οὕτω δὲ καὶ τὸ καθ᾽ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη. δ᾽ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον. ἔστι δ᾽, ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. ‘λέγωμεν γὰρ δήφησὶν Τίμαιος 3δι᾽ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν: ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε 4 ἐγγίγνεται φθόνος: τούτου δ᾽ ἐκτὸς [p. 480] ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι 5 παραπλήσια ἑαυτῷ. ταύτην δὴ 6 ιδεμγενέσεως καὶ κόσμου μάλιστ᾽ ἄν τις ἀρχὴν κυριωτάτην παρ᾽ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατ᾽ ἀποδέχοιτ᾽ ἄν. βουληθεὶς γὰρ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον 7 δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν 8 ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε 9 πάντως ἄμεινον. θέμις δὲ οὔτ᾽ ἦν οὔτ᾽ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστονταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι: τὰ δ᾽ ἐντεῦθεν οὕτω λεγόμεναξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους 10 τοῖς ἄστροις ἔταξε, ... 11 διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς:’ ταῦτα 12 τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατ᾽ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται λέγων 13διαθεσμοθετήσας πάντα αὐτοῖς, 14 ἵνα τοῖς 15 ἔπειτα [p. 481] εἴη κακίας ἑκάστων 16 ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δ᾽ εἰς τὴν σελήνην 17, τοὺς δ᾽ εἰς τἄλλα ὅσα 18 ὄργανα χρόνου. τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τὸ τ᾽ ἐπίλοιπον, ὅσον ἐστὶ 19 ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθ᾽ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, τι μὴ κακῶν αὐτὸ αὑτῷ γίγνοιτο αἴτιον.’ ἐν γὰρ τούτοις τὸ μὲνἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳσαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης: δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ: καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν θεσμοθεσία, ‘ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστῳ ἀναίτιος:’ θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθ᾽ εἱμαρμένης; ἐπιδέοιτ᾽ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος 20 ἕκαστος αὐτῶν πράττει τὰ αὑτοῦ: ταῦτα δ᾽ 21 ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι 22 φανερά μοι δοκεῖ μαρτύρια εἶναι τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα: ‘ἐπεὶ ταῦτα εἴ ποτέ 23 τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ 24 ἀρξόντων: 25 ἐπιστήμης γὰρ οὔτε νόμος 26 οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ [p. 482] νοῦν 27 οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων 28 ἄρχοντα εἶναι , ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως κατὰ φύσιν.’

1 εἰκότως Turnebus

2 ὡς πάντα - - ἔνια δὲ καθ᾽ εἱμαρμένην] restituit W ita: ὡς πάντα μὲν τὰ καθ᾽ εἱμαρμένην καὶ κατὰ πρόνοιαν: οὐ μὴν καὶ τὰ κατὰ φύσιν πάντα καὶ καθ᾽ εἱμαρμένην: ἀλλὰ πάντα μὲν κατὰ πρόνοιαν, καὶ ἄλλο γε κατ᾽ ἄλλην, ἔνια δὲ καθ᾽ εἱμαρμένην

3 Τιμαιος] cf. p. 29 d

4 περὶ οὐδενὸς οὐδέποτε Plato: οὐδέποτε περὶ οὐδενὸς

5 γενέσθαι ἐβουλήθη Plato

6 δὴ] δὲ

7 φλαῦρον idem

8 ἦγεν] ἤγαγεν idem

9 τοῦδε] τούτου idem

10 ἰσαρίθμους - ἑκάστην] διεὶλε ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις ἔνειμε θ᾽ ἑκάστην Plato

11 lac. 12 litt. V2

12 ταῦτα *: ταῦτα δὲ. Repetuntur τὰ - λεγόμενα (lin 13)

13 λέγων] Tim. p. 42 d

14 αὐτοῖς] add. ταῦτα Plato

15 τοῖς] τῆς Plato; idem paulo post (F)

16 ἑκάστων] ἑκάστω bis legitur paulo post

17 εἰς γῆν, τοὺς δ᾽ εὐς σελήνην Plato

18 τἄλλα ὅσα idem: τὰ ἄλλα

19 ἐστὶ] ἔτι ἦν idem

20 συνεπισπόμενος?

21 ταῦτα δ᾽] malim ὅτι δὲ ταῦτα

22 Πλάτωνι] add. εἶναι W deleto proximo εἶναι

23 ἐπεὶ ταῦτα εἴ ποτέ Plato de Legg. p. 875 c: ἔπη τοῦ τί ποτε

24 αὑτοῦ *: αὐτοῦ

25 τῶν ἀρξόντων ἑαυτοῦ Plato

26 νόμος idem: νόμων

27 ἐστὶ νοῦν idem: ἐστὶν

28 πάντων Plato: πάντα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: