previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν εἱμαρμένη: ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γ᾽ ἐφ᾽ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα: πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τὸπάντα καθ᾽ εἱμαρμένην.’ εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές: εἴθ᾽ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατ᾽ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθ᾽ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω. εἰ δ᾽, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθ᾽ εἱμαρμένην 1 οὐχ ἅπαντα, ἀλλ᾽ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθ᾽ εἱμαρμένην. οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθ᾽ ὁπόσα περιείληφεν νόμος: καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον: ὁπότ᾽ οὐδὲ τὸ ἀριστεῦσαι τυραννοκτονῆσαι τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί: τὸ δ᾽᾽ εἴπερ 2 νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ [p. 473] ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμὰ τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντ᾽ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις: μόνα δ᾽ εἱμαρμένα καὶ καθ᾽ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γιγνόμεν᾽ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται 3 οὐκ ὀρθὸν λέγειν 4 καθ᾽ εἱμαρμένην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: