previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ πόρρω δὲ τούτου τεταγμένον ἔχει τινὰ χάριν τὸ τῆς ἀντιθέσεως, ὅταν, ἐφ᾽ τις ἐγκαλεῖται, τούτου τοὐναντίον αἰσχρὸν ἀποδεικνύῃ καὶ φαῦλον. ὡς Λυκοῦργος ἐν Ἀθήναις ἐπὶ τῷ πεπεικέναι τὸν συκοφάντην ἀργυρίου λοιδορούμενος, ‘εἶτ᾽ἔφηποῖός τις ὑμῖν δοκῶ εἶναι πολίτης, ὃς τοσοῦτον χρόνον τὰ δημόσια πράττων παρ᾽ ὑμῖν, διδοὺς μᾶλλον ἀδίκως λαμβάνων εἴλημμαι;καὶ Κικέρων, τοῦ Μετέλλου πρὸς αὐτὸν εἰπόντος ὅτι πλείονας ἀνῄρηκε καταμαρτυρήσας συνηγορήσας σέσωκε, ‘τίς δ᾽εἶπεν οὔφησιν ἐν ἐμοὶ πλέον εἶναι πίστεως δεινότητος;καὶ τὰ 1 Δημοσθένους τοιαῦτα τίςδ᾽ οὐκ ἂν 2 ἀπέκτεινέ με δικαίως, εἴ τι τῶν τῇ πόλει καλῶν ὑπαρχόντων 3 λόγῳ μόνον αἰσχύνειν 4 ἐπεχείρησα;καὶτί ἂν 5 οἴεσθε λέγειν τοὺς μιαροὺς τούτους ἀνθρώπους, εἰ τότ᾽ ἐμοῦ 6 περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις.;καὶ ὅλως περὶ τοῦ στεφάνου λόγος εὐφυέστατα ταῖς ἀντιθέσεσι καὶ λύσεσι τῶν αἰτιῶν ἐπεισάγει τοὺς ἐπαίνους. [p. 402]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: