previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστολῆς ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν [p. 409] ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι. καθάπερ αὖ πάλιν Νέστωρ
ἤδη γάρ ποτ᾽ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν 1
ἀνδράσιν ὡμίλησα, καὶ οὒ ποτὲ μ᾽ οἵ γ᾽ ἀθέριζον.
οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον Ἀριστοτέλης 2 οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι. χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς τὰ τοιαῦτα
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
3 καὶ περὶ τοῦ Περσῶν βασιλέως μεγάλου καλουμένου Ἀγησίλαοςτί δ᾽ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος;καὶ πρὸς τοὺς Λακεδαιμονίους τῶν Θηβαίων κατηγοροῦντας Ἐπαμεινώνδαςἡμεῖς μὲν γ᾽ ὑμᾶς βραχυλογοῦντας ἐπαύσαμενἀλλὰ ταῦτα μὲν πρὸς ἐχθροὺς καὶ πολεμίους: τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέρους, ἀλλὰ καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι, χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ. καὶ γὰρ Κῦρος 4 παρὰ τὰ δεινὰ καὶ τὰς μάχαςἐμεγαληγόρει ἄλλοτε δ᾽ οὐ μεγαλήγορος ἦν.’ καὶ Ἀντίγονος δεύτερος τἄλλα μὲν ἦν ἄτυφος καὶ μέτριος, ἐν δὲ τῇ περὶ Κῶν ναυμαχίᾳ τῶν φίλων τινὸς εἰπόντοςοὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες;ἐμὲδὲ γ᾽ αὐτόνεἶπε πρὸςπόσας ἀντιτάττετε;καὶ [p. 410] τοῦτο δ᾽ ἔοικε συνιδεῖν Ὅμηρος: τὸν γὰρ Ὀδυσσέα πεποίηκεν, ἀποδειλιώντων τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν, ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας:
οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ὅτε Κύκλωψ
5 εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι 6
ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε
ἐκφύγομεν.
οὐ γάρ ἐστι δημαγωγοῦντος οὐδὲ σοφιστιῶντος τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον τοῦ θαρρεῖν τοῖς φίλοις διδόντος. μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτηρίαν δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος:

1 Hom. A 260

2 Ἀριστοτέλης] Fr. 664

3 id. Z 127

4 Κῦρος] Xen. Cyrop. 7, 1, 17

5 Hom. μ 209

6 κρατερῇφι βίῃφιν Homerus

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: