previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ ταῦτα μὲν ἴσως πρὸς τοὺς παντάπασι χαλεποὺς καὶ βασκάνους ἀνάγκη τὰ φάρμακα καὶ τὰ 1 παρηγορήματα μηχανᾶσθαι: πρὸς δὲ τοὺς μετρίους οὐκ ἄτοπόν ἐστι χρῆσθαι καὶ ταῖς ἐπανορθώσεσι τῶν ἐπαίνων: εἴ τις ὡς λόγιον πλούσιον δυνατὸν ἐπαινοίη, κελεύοντα μὴ ταῦτα περὶ αὐτοῦ λέγειν, ἀλλὰ μᾶλλον, εἰ χρηστὸς καὶ ἀβλαβὴς καὶ ὠφέλιμος, οὐ γὰρ εἰσφέρει τὸν ἔπαινον τοῦτο ποιῶν ἀλλὰ μετατίθησιν οὐδὲ χαίρειν δοκεῖ τοῖς ἐγκωμιάζουσιν αὐτὸν ἀλλὰ μᾶλλον, ὅτι μὴ προσηκόντως μηδ᾽ ἐφ᾽ οἷς δεῖ, δυσχεραίνειν καὶ ἀποκρύπτειν τὰ φαυλότερα τοῖς βελτίοσιν, οὐκ ἐπαινεῖσθαι βουλόμενος ἀλλ᾽ ἐπαινεῖν ὡς χρὴ διδάσκων. τὸ γάροὐ λίθοις 2 ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν βούλῃ σκοπεῖν, εὑρήσεις καὶ ὅπλα καὶ ἵππους καὶ συμμάχουςτοιούτου τινὸς ἔοικεν ἅπτεσθαι. καὶ τὸ τοῦ Περικλέους ἔτι μᾶλλον: ὀλοφυρόμενοι γάρ, ὡς ἔοικεν, ἤδη καταστρέφοντος αὐτοῦ, καὶ δυσφοροῦντες οἱ ἐπιτήδειοι τῶν στρατηγιῶν ἐμέμνηντο καὶ τῆς δυνάμεως, καὶ ὅσα δὴ τρόπαια καὶ νίκας καὶ πόλεις Ἀθηναίοις κτησάμενος [p. 405] ἀπολέλοιπεν δὲ μικρὸν ἐπαναστὰς ἐμέμψατ᾽ αὐτούς, ὡς κοινὰ πολλῶν καὶ τῆς τύχης ἔνια μᾶλλον τῆ ἀρετῆς ἐγκώμια λέγοντας: τὸ δὲ κάλλιστον καὶ μέγιστον καὶ ἴδιον αὐτοῦ παραλείποντας, ὅτι δι᾽ αὐτὸν οὐδεὶς Ἀθηναίων μέλαν ἱμάτιον ἀνείληφε. τοῦτο δὴ τὸ παράδειγμα καὶ ῥήτορι δίδωσιν, ἄνπερ χρηστός, ἐπαινουμένῳ περὶ λόγου δεινότητα, μεταθεῖναι τὸν ἔπαινον ἐπὶ τὸν βίον καὶ τὸ ἦθος: καὶ στρατηγῷ θαυμαζομένῳ δι᾽ ἐμπειρίαν πολεμικὴν εὐτυχίαν, περὶ πραότητός τε καὶ δικαιοσύνης αὐτοῦ 3 παρρησιάσασθαι καὶ τοὐναντίον αὖ πάλιν, ὑπερφυῶν τινων λεγομένων ἐπαίνων, οἷα πολλοὶ κολακεύοντες ἐπίφθονα λέγουσιν, εἰπεῖν
οὔ τίς τοι θεός εἰμι: τί μ᾽ ἀθανάτοισιν ἐίσκεις;
4 ἀλλ᾽ εἴ με γινώσκεις ἀληθῶς, ἐπαίνει τὸ ἀδωροδόκητον τὸ σῶφρον τὸ εὔγνωμον τὸ φιλάνθρωπον. γὰρ φθόνος οὐκ ἀηδῶς τῷ τὰ μείζονα παραιτουμένῳ τὰ μετριώτερα δίδωσι, καὶ τἀληθὲς 5 ἐγκώμιον οὐκ ἀφαιρεῖται τῶν τὰ ψευδῆ καὶ κενὰ 6 μὴ προσδεχομένων. διὸ καὶ τῶν βασιλέων τοὺς μὴ θεοὺς μηδὲ παῖδας θεῶν ἀναγορεύεσθαι θέλοντας ἀλλὰ Φιλαδέλφους φιλομήτορας Εὐεργέτας Θεοφιλεῖς, οὐκ ἤχθοντο ταῖς καλαῖς μὲν ἀνθρωπικαῖς δὲ ταύταις προσηγορίαις τιμῶντες. ὥσπερ αὖ καὶ τῶν γραφόντων καὶ λεγόντων βαρυνόμενοι τοὺς τὸ τῆς σοφίας ἐπιγραφομένους ὄνομα, χαίρουσι τοῖς φιλοσοφεῖν προκόπτειν τι τοιοῦτο περὶ αὑτῶν [p. 406] ἀνεπίφθονον καὶ μέτριον λέγουσιν. οἱ δὲ ῥήτορες καὶ 7 σοφισταὶ τὸθείωςκαὶ τὸδαιμονίωςκαὶ τὸμεγάλωςἐν ταῖς ἐπιδείξεσι προσδεχόμενοι, καὶ τὸμετρίωςκαὶ τὸἀνθρωπίνωςπροσαπολλύουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: