This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔτι τοίνυν τῶν δυσωπούντων τοῖς μὲν ἀδόξοις καὶ ταπεινοῖς καὶ μηδενὸς
ἀξίοις οὐ μέγ᾽ ἔργον ἀντισχεῖν, ἀλλὰ καὶ μετὰ γέλωτος ἔνιοι καὶ
σκώμματος ἐκκλίνουσι τοὺς τοιούτους ὡς Θεόκριτος, δυεῖν παρ᾽ αὐτοῦ ἐν
βαλανείῳ στλεγγίδα κιχραμένων, τοῦ μὲν ξένου
τοῦ δὲ γνωρίμου κλέπτου, μετὰ παιδιᾶς ἀμφοτέρους διεκρούσατ᾽ εἰπών ‘σὲ
μὲν οὐκ οἶδα σὲ δ᾽
οἶδα’ Λυσιμάχη δ᾽ Ἀθήνησιν, ἡ τῆς Πολιάδος; ἱέρεια, τῶν τὰ
ἱερὰ προσαγαγόντων ὀρεωκόμων ἐγχέαι κελευόντων, ‘ἀλλ᾽ ὀκνῶ’ εἶπε
‘μὴ καὶ τοῦτο πάτριον γένηται’ καὶ
Ἀντίγονος πρός τινα νεανίσκον, γεγονότα μὲν ἐκ λοχαγοῦ χαρίεντος αὐτὸν δ᾽
ἄτολμον ὄντα καὶ μαλακὸν ἀξιοῦντα δὲ προαχθῆναι, ‘παρ᾽ ἐμοί’ φησὶν
‘ὦ μειράκιον, ἀνδραγαθίας εἰσὶν οὐ πατραγαθίας τιμαί.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.