previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλ᾽ εὐθὺς ἐν οἷς πράττει πάρεστι: καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα καὶ συνηγοροῦντες 1 ἀδοξοῦμεν καὶ μὴ παρέχοντες ἐλεγχόμεθα. πολλὰ γὰρ ὑπ᾽ [p. 381] ἀσθενείας τοῦ ἀντιλέγειν καὶ τῶν ἀδυνάτων ἡμῖν ὑπισχνούμεθα τοῖς λιπαροῦσιν 2 ὡς συστάσεις ἐν αὐλαῖς καὶ πρὸς ἡγεμόνας ἐντεύξεις, μὴ βουλόμενοι μηδ᾽ εὐτονοῦντες εἰπεῖνοὐκ οἶδεν ἡμᾶς βασιλεύς, ἀλλ᾽ ἑτέρους ὅρα 3 μᾶλλον,’ 4 ὡς Λύσανδρος Ἀγησιλάῳ προσκεκρουκὼς ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρ᾽ αὐτῷ διὰ τὴν δόξαν, οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχάνοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ δυναμένων. οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι: τὸ δὲ μὴ δυναμένους μὴ πεφυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι, πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: