previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς τις σκοποῖ 1 καὶ ἀναλαμβάνοι, παύσαιτ᾽ ἂν ἴσως ἡδόμενος τῷ φλυαρεῖν. ἐμὲ δὲ κἀκεῖνος οἰκέτης εὖ μάλα δυσωπεῖ, τὸ προσέχειν τῷ λόγῳ καὶ κρατεῖν προαιρέσεως ἡλίκον ἐστὶν ἐνθυμούμενον. Πούπιος Πείσων ῥήτωρ μὴ βουλόμενος ἐνοχλεῖσθαι προσέταξε τοῖς οἰκέταις πρὸς τὰ ἐρωτώμενα λαλεῖν καὶ μηδὲν πλέον. εἶτα Κλώδιον ἄρχοντα δεξιώσασθαι βουλόμενος ἐκέλευσε κληθῆναι, καὶ παρεσκευάσατο λαμπρὰν ὡς εἰκὸς ἑστίασιν. ἐνστάσης δὲ τῆς ὥρας, οἱ μὲν ἄλλοι παρῆσαν δὲ Κλώδιος; προσεδοκᾶτο: καὶ πολλάκις ἔπεμψε τὸν εἰωθότα καλεῖν οἰκέτην, ἐποψόμενον εἰ πρόσεισιν. ὡς δ᾽ ἦν ἑσπέρα καὶ ἀπέγνωστοτί δ᾽;’ ἔφη πρὸς τὸν οἰκέτηνἐκάλεσας αὐτόν;’ ‘ἔγωγ᾽εἶπε. ‘διὰ οὖν οὐκ ἀφῖκται;κἀκεῖνοςὅτι ἠρνήσατο.’ ‘ πῶς οὖν οὐκ εὐθὺς ἔφρασας;’ ‘ὅτι τοῦτὸ μ᾽ οὐκ ἠρώτησας.’ οὕτω μὲν Ῥωμαϊκὸς οἰκέτης, δ᾽ Ἀττικὸς ἐρεῖ τῷ δεσπότῃ σκάπτων
ἐφ᾽ οἷς γεγόνασιν αἱ διαλύσεις.
2 [p. 326] οὕτω μέγα πρὸς πάνθ᾽ ἐθισμός ἐστι , καὶ περὶ τούτου γ᾽ ἤδη λέγωμεν.

1 σκοποῖ *: σκοπεῖ

2 Kock. 3 p. 473. cf. p. 518 f.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: