previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λευκούλλου


Λεύκουλλος ἐν Ἀρμενίᾳ μετὰ μυρίων ὁπλιτῶν καὶ χιλίων ἱππέων ἐπὶ Τιγράνην ἐχώρει πεντεκαίδεκα; μυριάδας στρατιᾶς ἔχοντα τῇ πρὸ μιᾶς νωνῶν1 ὀκτωβρίων, ἐν πρότερον ὑπὸ Κίμβρων μετὰ Καιπίωνος2 διεφθάρη δύναμις. εἰπόντος δέ τινος ὅτι Ῥωμαῖοι τὴν ἡμέραν ἀφοσιοῦνται καὶ δεδοίκασιν, ‘οὐκοῦν,’ ἔφη, ‘σήμερον ἀγωνισώμεθα προθύμως, ἵνα καὶ ταύτην ἐξ ἀποφράδος καὶ σκυθρωπῆς ποιήσωμεν ἱλαρὰν καὶ προσφιλῆ Ῥωμαῖοι.’


τοὺς δὲ καταφράκτους μάλιστα φοβουμένων [p. 206] τῶν στρατιωτῶν ἐκέλευσε θαρρεῖν: πλεῖον γὰρ ἔργον εἶναι τοῦ νικῆσαι τὸ τούτους σκυλεῦσαι. προσβὰς δὲ τῷ λόφῳ πρῶτος καὶ τὸ κίνημα τῶν βαρβάρων θεασάμενος ἀνεβόησε, ‘νενικήκαμεν, συστρατιῶται :’ καὶ μηδενὸς ὑποστάντος διώκων πέντε Ῥωμαίων ἀπέβαλε πεσόντας, τῶν δὲ πολεμίων ὑπὲρ δέκα μυριάδας ἀπέκτεινε.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: