Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐλθὼν δὲ εἰς οἶκον ἐξ ἀγορᾶς καὶ τὴν Τερτίαν τὸ θυγάτριον εὑρὼν δεδακρυμένον ἐπυνθάνετο τὴν αἰτίαν εἰπούσης δὲ ὅτι ‘Περσεὺς τέθνηκεν [p. 174] ἡμῖν ῾’ κυνίδιον δ᾽ ἦν οὕτως ὀνομαζόμενον ῾‘, ἀγαθῇ τύχῃ,’ εἶπεν, ‘ὦ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν.’