previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σκιπιῶνος τοῦ Πρεσβυτερου


Σκιπίων δὲ πρεσβύτερος τὴν ἀπὸ τῶν στρατειῶν καὶ τῆς πολιτείας σχολὴν ἐν γράμμασι διατριβὴν ποιούμενος, ἔλεγεν ὁπότε σχολάζοι, πλείονα πράττειν.


ἐπεὶ δὲ Καρχηδόνα κατὰ κράτος εἷλε καὶ τῶν στρατιωτῶν τινες αἰχμάλωτον λαβόντες εὐπρεπῆ παρθένον ἧκον κομίζοντες, αὐτῷ δὲ ἐδίδοσαν, ‘ἡδέως ἄν,’ ἔφη, ‘ἔλαβον, εἴπερ ἦν ἰδιώτης καὶ μὴ ἄρχων.’ [p. 164]


πολιορκῶν δὲ πόλιν Βαθεῖαν, ἧς ὑπερεφαίνετο ναὸς Ἀφροδίτης, ἐκέλευσεν ἐκεῖ τὰς ἐγγύας ὁμολογεῖν, ὡς εἰς τρίτην ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης ἀκουσόμενος τῶν διαδικούντων καὶ τοῦτ᾽ ἐποίησεν, ὡς προεῖπε, τῆς πόλεως ἁλούσης.


πυνθανομένου δέ τινος ἐν Σικελίᾳ τίνι πεποιθὼς ἐπὶ Καρχηδόνα μέλλει τὸν στόλον περαιοῦν, δείξας αὐτῷ ἐνόπλους ἄνδρας τριακοσίους γυμναζομένους καὶ πύργον ὑψηλὸν ὑπὲρ θαλάττης, ‘οὐδείς,’ ἔφη, ‘τούτων ἐστὶν ὅστις ἐπὶ τὸν πύργον ἀναβὰς τοῦτον οὐκ ἂν ἑαυτὸν ῥίψειεν ἐπὶ κεφαλὴν ἐμοῦ κελεύσαντος.’


ἐπεὶ δὲ διαβὰς τῆς τε γῆς ἐκράτει καὶ τὰ στρατόπεδα τῶν πολεμίων κατέκαυσεν, οἱ Καρχηδόνιοι πέμψαντες ἐποιοῦντο συνθήκας, τά τε θηρία καὶ τὰς ναῦς καὶ τὰ χρήματα δώσειν ὁμολογήσαντες: Ἀννίβου δὲ καταπλεύσαντος ἐξ Ἰταλίας, μετεμέλοντο ταῖς ὁμολογίαις1 διὰ τὸ θαρρεῖν πυθόμενος δὲ Σκιπίων ἔφη μηδὲ βουλομένοις αὐτοῖς ἔτι τὰς σπονδὰς φυλάξειν, ἂν μὴ τάλαντα πεντακισχίλια προσεκτείσωσιν, ὅτι μετεπέμψαντο τὸν Ἀννίβαν.


ἐπεὶ δὲ νικηθέντες οἱ Καρχηδόνιοι κατὰ κράτος περὶ σπονδῶν καὶ εἰρήνης πρέσβεις ἀπέστειλαν πρὸς αὐτόν, ἐκέλευσεν εὐθὺς ἀπιέναι τοὺς ἥκοντας, ὡς οὐκ ἀκουσόμενος πρότερον αὐτῶν Λεύκιον [p. 166] Τερέντιον ἀγάγωσιν: ἦν δὲ Ῥωμαῖος Τερέντιος, ἐπιεικὴς ἀνήρ, γεγονὼς αἰχμάλωτος ὑπὸ Καρχηδονίων: ἐπεὶ δὲ ἧκον ἄγοντες τὸν ἄνδρα, καθίσας ἐν τῷ συμβουλίῳ παρ᾽ αὑτὸν2 ἐπὶ τοῦ βήματος, οὕτως ἐχρημάτισε τοῖς Καρχηδονίοις καὶ κατέλυσε τὸν πόλεμον.


δὲ Τερέντιος ἐπηκολούθησεν αὐτῷ θριαμβεύοντι πιλίον ἔχων ὥσπερ ἀπελεύθερος: ἀποθανόντος δὲ τοῖς ἐπὶ τὴν ἐκφορὰν παραγινομένοις ἐνέχει πίνειν οἰνόμελι καὶ τὰ ἄλλα περὶ τὴν ταφὴν ἐφιλοτιμήθη. ταῦτα μὲν οὖν ὕστερον.


Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ τὸ διαβῆναι Ῥωμαίους ἐπ᾽ αὐτὸν εἰς Ἀσίαν πέμψαντος πρὸς τὸν Σκιπίωνα περὶ διαλύσεως, ‘ἔδει πρότερον,’ εἶπεν, ‘ἀλλὰ μὴ νῦν, ὁπότε καὶ τὸν χαλινὸν καὶ τὸν ἀναβάτην προσδέδεξαι.’


χρήματα δὲ τῆς συγκλήτου λαβεῖν αὐτὸν ἐκ τοῦ ταμιείου3 ψηφισαμένης, τῶν δὲ ταμιῶν οὐ βουλομένων ἀνοῖξαι τῆς ἡμέρας ἐκείνης, αὐτὸς ἀνοίξειν ἔφη: καὶ γὰρ κλείεσθαι δι᾽ αὐτὸν πλήσαντα χρημάτων τοσούτων τὸ ταμιεῖον.


Πετιλλίου4 δὲ καὶ Κοΐντου πολλὰ πρὸς τὸν δῆμον αὐτοῦ κατηγορησάντων, εἰπὼν ὅτι τῇ σήμερον ἡμέρᾳ Καρχηδονίους καὶ Ἀννίβαν ἐνίκησεν αὐτὸς μὲν ἔφη στεφανωσάμενος ἀναβαίνειν εἰς τὸ Καπετώλιον θύσων, τὸν δὲ βουλόμενον τὴν [p. 168] ψῆφον ἐκέλευσε φέρειν περὶ αὐτοῦ καὶ ταῦτα εἰπὼν ἀνέβαινεν, δὲ δῆμος ἐπηκολούθησε τοὺς κατηγόρους ἀπολιπὼν λέγοντας.

1 ταῖς ὁμολογίαις] τῆς ὁμολογίας Petavius, perhaps rightly, although μεταμέλομαι is occasionally found with the dative.

2 αὑτὸν Hatzidakis: αὐτὸν.

3 ταμιείου the better spelling: ταμείου.

4 Πετιλλίου the usual spelling: παιτιλίου.

load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: