previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φαβίου Μαξίμου


Φάβιος Μάξιμος Ἀννίβᾳ μάχεσθαι μὴ βουλόμενος ἀλλὰ τρίβειν χρόνῳ τὴν δύναμιν αὐτοῦ, καὶ χρημάτων ἐνδεᾶ καὶ σιτίων οὖσαν, ἐπηκολούθει διὰ τῶν τραχέων καὶ ὀρεινῶν ἀντιπαρεξιών: καταγελώντων δὲ τῶν πολλῶν καὶ παιδαγωγὸν Ἀννίβα καλούντων, μικρὰ φροντίζων ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς: καὶ πρὸς τοὺς φίλους ἔλεγεν ὅτι τὸν σκώμματα φοβούμενον καὶ λοιδορίας δειλότερον ἡγεῖται τοῦ φεύγοντος τοὺς πολεμίους.


ἐπεὶ δὲ τοῦ συνάρχοντος Μινουκίου καταβαλόντος τινὰς τῶν πολεμίων πολὺς ἦν λόγος ὡς ἀνδρὸς ἀξίου τῆς Ῥώμης, μᾶλλον ἔφη τὴν εὐτυχίαν τὴν ἀτυχίαν τοῦ Μινουκίου φοβεῖσθαι. καὶ μετὰ μικρὸν ἐνέδρᾳ περιπεσόντος καὶ κινδυνεύοντος ἀπολέσθαι μετὰ τῆς ἑαυτοῦ δυνάμεως, ἐπιβοηθήσας τῶν τε πολεμίων πολλοὺς διέφθειρε κἀκεῖνον ἔσωσεν. μὲν οὖν Ἀννίβας εἶπε πρὸς τοὺς φίλους, ‘οὐ πολλάκις ὑμῖν προὔλεγον ἐγὼ τὴν ἀπὸ1 τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει ποτὲ ἐφ᾽ ἡμᾶς;’


μετὰ δὲ τὴν ἐν Κάνναις ἀτυχίαν τῆς πόλεως ἄρχων κατασταθεὶς μετὰ Κλαυδίου Μαρκέλλου, [p. 160] τόλμαν ἔχοντος ἀνδρὸς καὶ φιλομαχοῦντος ἀεὶ πρὸς τὸν Ἀννίβαν, αὐτὸς ἤλπιζεν, εἰ μηδεὶς μάχοιτο, ταχὺ τὴν δύναμιν τοῦ Ἀννίβα παρατεινομένην ἀπαγορεύσειν ἔλεγεν οὖν Ἀννίβας ὅτι μᾶλλον φοβεῖται Μαρκέλλου μαχομένου Φάβιον μὴ μαχόμενον.


στρατιώτου δέ τινος Λευκανοῦ κατηγορηθέντος πρὸς αὐτόν, ὡς νύκτωρ ἀπὸ τοῦ στρατοπέδου πλανῷτο πολλάκις ἐρῶν γυναικός, τὰ δὲ ἄλλα θαυμαστὸν ἐν τοῖς ὅπλοις πυνθανόμενος εἶναι τὸν ἄνδρα, συλλαβεῖν ἐκέλευσε τὴν ἐρωμένην αὐτοῦ κρύφα καὶ πρὸς αὐτὸν ἀγαγεῖν: ὡς δὲ ἤχθη, μεταπεμψάμενος τὸν ἄνθρωπον, ‘οὐ λέληθας,’ ἔφη, ‘παρὰ τὸν νόμον ἀπονυκτερεύων ἀλλ᾽ οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις: τὰ μὲν οὖν ἡμαρτημένα λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἔσῃ μεθ᾽ ἡμῶν: ἔχω γὰρ ἐγγυητήνκαὶ προαγαγὼν συνέστησεν αὐτῷ τὸ γύναιον.


Ταραντίνους δὲ κατέχοντα φρουρᾷ τὸν Ἀννίβαν πλὴν τῆς ἀκροπόλεως ἀπαγαγὼν πορρωτάτω δι᾽ ἀπάτης καὶ τὴν πόλιν ἑλὼν καὶ διαρπάσας, τοῦ γραμματέως ἐπερωτήσαντος τί περὶ τῶν ἱερῶν ἔγνωκεν ἀγαλμάτων, ‘ἀπολίπωμεν,’ ἔφη, ‘Ταραντίνοις τοὺς θεοὺς κεχολωμένους.’


Μάρκου δὲ Λιβίου τοῦ τὴν ἀκρόπολιν φρουροῦντος δι᾽ ἑαυτὸν ἑαλωκέναι τὴν πόλιν λέγοντος, οἱ μὲν ἄλλοι κατεγέλων, δὲ Φάβιος εἶπεν [p. 162]ἀληθῆ λέγεις: εἰ γὰρ μὴ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ ἀνέλαβον.’


ἤδη δὲ πρεσβύτερος ὤν, ὑπατεύοντος τοῦ υἱοῦ καὶ χρηματίζοντος ἐν δημοσίῳ πολλῶν παρόντων, ἀναβὰς ἐφ᾽ ἵππου προῄει2: πέμψαντος δὲ τοῦ νεανίσκου ῥαβδοῦχον καὶ καταβῆναι κελεύσαντος, οἱ μὲν ἄλλοι διετράπησαν, αὐτὸς δὲ Φάβιος ἀποπηδήσας τοῦ ἵππου προσέδραμε παρ᾽ ἡλικίαν καὶ περιβαλὼν τὸν υἱόν, ‘εὖγε,’ εἶπεν, ‘ παῖ, φρονεῖς, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης ἀρχῆς μέγεθος παρείληφας.’

1 ἀπὸ] ἐπὶ Life of Fabius Maximus, chap. xii.

2 ἵππου προῄει] ἵππον προσῄει Life of Fabius Maximus, chap. xxiv.; but “obviam in equo vehens venit” (Aulus Gellius, ii. 2) rather favours the reading found in the Moralia.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: