previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πελοπίδου


Πελοπίδας συστράτηγος Ἐπαμεινώνδου,1 τῶν φίλων αὐτὸν ἀμελεῖν λεγόντων πράγματος ἀναγκαίου, χρημάτων συναγωγῆς, ‘ἀναγκαῖα τὰ χρήματα νὴ Δία,’ εἶπε, ‘τούτῳΝικοδήμῳ,2 δείξας χωλὸν καὶ ἀνάπηρον ἄνθρωπον.


τῆς δὲ γυναικός, ἐπὶ μάχην ἐξιόντος αὐτοῦ, δεομένης σῴζειν ἑαυτόν, ἄλλοις ἔφη δεῖν τοῦτο παραινεῖν, ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας. [p. 152]


εἰπόντος δέ τινος τῶν στρατιωτῶν, ‘ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί’ ‘μᾶλλον,’ εἶπεν, ‘ εἰς ἡμᾶς ἐκεῖνοι;’


ἐπεὶ δὲ παρασπονδηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Φεραίων τυράννου καὶ δεθεὶς κακῶς αὐτὸν ἔλεγεν, εἰπόντος ἐκείνου, ‘σπεύδεις ἀποθανεῖν;’ ‘πάνυ μὲν οὖν,’ εἶπεν, ‘ἵνα μᾶλλον παροξυνθῶσι Θηβαῖοι, καὶ σὺ δίκην δῷς τάχιον.’


Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης πρὸς Πελοπίδαν καὶ λεγούσης θαυμάζειν ὅτι οὕτως ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον.


Κομισαμένου δ᾽ αὐτὸν τοῦ Ἐπαμεινώνδου, χάριν εἶπεν ἔχειν Ἀλεξάνδρῳ: πεπειρᾶσθαι3 γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος.

1 Ἐπαμεινώνδου F.C.B. Cf. No. 6 infra: ἐπαμινώνδα, but there is no uniformity in the mss. Bernardakis would read the dative, Ἐπαμεινώνδᾳ, which is probably wrong.

2 Νικοδήμῳ, Life of Pelopidas, chap. iii.: νικομήδει. S. A. Naber would read Νικόδημον, but the reading in the Life and in Aelian is against it.

3 πεπειρᾶσθαι] πεπείραται some mss.

load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: