Παιδαρήτου
Παιδάρητος1 οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας ἑαυτοῦ βελτίονας.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1 Παιδάρητος in Moralia, 231 b, and Life of Lycurgus, chap. xxv. The mss. of Thucydides viii. give Πεδάριτος: παιδάρετος.