Χαρίλλου
Χάριλλος ὁ βασιλεὺς ἐρωτηθεὶς διὰ τί νόμους ὀλίγους οὕτω Λυκοῦργος ἔθηκεν, ἀπεκρίνατο τοὺς χρωμένους ὀλίγοις λόγοις μὴ δεῖσθαι νόμων πολλῶν.
τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, ‘ναὶ1 τὼ σιώ,’ εἶπε, ‘κατέκτανον ἄν τυ, αἰ2 μὴ ὠργιζόμαν.’
πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι τῶν κόσμων ἀδαπανώτατος οὗτός ἐστι.