previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρχελάου


Ἀρχέλαος αἰτηθεὶς παρὰ πότον ποτήριον χρυσοῦν ὑπό τινος τῶν συνήθων οὐ μὴν ἐπιεικῶν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι: θαυμάσαντος δὲ τοῦ ἀνθρώπου, ‘σὺ μὲν γάρεἶπεν, ‘αἰτεῖν, οὗτος δὲ λαμβάνειν ἄξιός ἐστι καὶ μὴ αἰτῶν.’


ἀδολέσχου δὲ κουρέως ἐρωτήσαντος αὐτόν, ‘πῶς σε κείρω;’ ‘σιωπῶν,’ ἔφη.


τοῦ δὲ Εὐριπίδου τὸν καλὸν Ἀγάθωνα περιλαμβάνοντος ἐν τῷ συμποσίῳ καὶ καταφιλοῦντος [p. 40] ἤδη γενειῶντα, πρὸς τοὺς φίλους εἶπε, ‘μὴ θαυμάσητε: τῶν γὰρ καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν.’


ἐπεὶ δὲ Τιμόθεος κιθαρῳδὸς ἐλπίσας πλείονα, λαβὼν δὲ ἐλάττονα, δῆλος ἦν ἐγκαλῶν αὐτῷ, καί ποτε ᾁδων τουτὶ τὸ κομμάτιον,
&λδθυο;σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς,&ρδθυο;
ἀπεσήμαινεν εἰς ἐκεῖνον: ὑπέκρουσεν Ἀρχέλαος αὐτῷ
&λδθυο;σὺ δέ γε αἰτεῖς.&ρδθυο;


ὕδωρ δέ τινος αὐτοῦ κατασκεδάσαντος, ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τὸν ἄνθρωπον, ‘ἀλλ᾽ οὐκ ἐμοῦ,’ φησίν, ‘ἀλλ᾽ ἐκείνου κατεσκέδασεν ὃν ἔδοξεν ἐμὲ εἶναι.’

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: