previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς δ᾽ οὖν συνεπείσθη τὰ μειράκια καὶ τοῖς Ἀκυλλίοις εἰς λόγους ἦλθεν, ὅρκον ὀμόσαι μέγαν ἔδοξε πᾶσι καὶ δεινόν, ἀνθρώπου σφαγέντος ἐπισπείσαντας αἷμα καὶ τῶν σπλάγχνων θιγόντας, ἐπὶ τούτοις εἰς τὴν Ἀκυλλίων οἰκίαν συνῆλθον. ἦν δ᾽ οἶκος, ἐν ταῦτα δράσειν ἔμελλον, οἷον εἰκὸς, ὑπέρημος καὶ σκοτώδης. ἔλαθεν οὖν αὐτοὺς οἰκέτης ὄνομα Οὐινδίκιος ἔνδον κατακρύψας ἑαυτόν, οὐ κατ᾽ ἐπιβουλὴν [2] προαίσθησίν τινα τοῦ μέλλοντος, ἀλλ᾽ ἔνδον ὢν ἔτυχε καὶ προσιοῦσιν αὐτοῖς μετὰ σπουδῆς ὀφθῆναι φοβηθείς ὑπέστη, λάρνακα κειμένην πρὸ αὑτοῦ ποιησάμενος, ὥστε καὶ τῶν πραττομένων θεατὴς γενέσθαι καὶ τῶν βουλευμάτων ἐπήκοος. ἔδοξε δ᾽ αὐτοῖς τοὺς ὑπάτους ἀναιρεῖν, καὶ ταῦτα δηλούσας γράψαντες ἐπιστολὰς πρὸς τὸν Ταρκύνιον ἔδοσαν τοῖς πρέσβεσι: καὶ γὰρ ᾤκουν αὐτόθι, τῶν Ἀκυλλίων ξένοι γεγονότες, καὶ τότε τῇ συνωμοσίᾳ παρῆσαν.

[3] ὡς δὲ ταῦτα πράξαντες ἀπηλλάγησαν, ὑπεξελθὼν Οὐινδίκιος λάθρα, χρήσασθαι τοῖς προσπεσοῦσιν οὐκ εἶχεν, ἀλλ᾽ ἠπορεῖτο, δεινὸν μὲν ἡγούμενος, ὥσπερ ἦν, πρὸς πατέρα Βροῦτον υἱῶν ἐξάγιστα κατηγορεῖν πρὸς θεῖον ἀδελφιδῶν τὸν Κολλατῖνον, ἰδιώτην δὲ Ῥωμαίων οὐδένα [p. 512] νο [4] μίζων ἐχέγγυον ἀπορρήτων τηλικούτων. πᾶν δ᾽ αὖ μᾶλλον δυνατὸς ὢν ἡσυχίαν ἄγειν, ἐλαυνόμενος δὲ τῷ συνειδότι τοῦ πράγματος, ὥρμησέ πως πρὸς τὸν Οὐαλλέριον, μάλιστά τοῖς κοινοῖς καὶ φιλανθρώποις1 ἐπαχθεὶς τοῦ ἀνδρός, ὅτι πᾶσιν εὐπρόσοδος ἦν τοῖς δεομένοις, καὶ τὴν οἰκίαν ἀεὶ παρεῖχεν ἀνεῳγμένην, καὶ λόγον οὐδενὸς οὐδὲ χρείαν ἀπερρίπτει τῶν ταπεινῶν.

1 φιλανθρώποις Bekker supplies τρόποις, after Porson.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: