previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ δὲ ταῦτα πρέσβεις ἧκον ἕτεροι τῆς τε βασιλείας ἀφίστασθαι καὶ πολεμοῦντα παυς1̣ασθαι τὸν Ταρκύνιον λέγοντες, ἀπαιτεῖν δὲ τὰ χρήματα καὶ τὰς οὐσίας αὑτῷ καὶ φίλοις καὶ οἰκείοις, ἀφ᾽ ὧν διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ μάλιστα τοῦ Κολλατίνου συναγορεύοντος, ἄτρεπτος ὢν ἀνὴρ καὶ τραχὺς ὀργὴν Βροῦτος ἐξέδραμεν εἰς ἀγοράν, προδότην ἀποκαλῶν τὸν συνάρχοντα, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον οἷς δεινὸν ἦν ὄντως ἐφόδια φυγῆς ψηφίσασθαι. [2] συνελθόντων δὲ τῶν πολιτῶν πρῶτος ἰδιώτης ἀνὴρ εἶπεν ἐν δήμῳ τότε [p. 508] Γάιος Μινούκιος, τῷ τε Βρούτῳ διακελευόμενος καὶ τοῖς Ῥωμαίοις π: αραινῶν ὁρᾶν ὅπως τὰ χρήματα μετ᾽ αὐτῶν ὄντα πολεμοίη πρὸς τοὺς τυράννους μᾶλλον μετ᾽ ἐκείνων πρὸς αὐτούς. οὐ μὴν ἀλλ᾽ ἔδοξε τοῖς Ῥωμαίοις τὴν ἐλευθερίαν ἔχουσιν, ὑπὲρ ἧς ἐπολέμουν, μὴ προέσθαι τὴν εἰρήνην ἕνεκα χρημάτων, ἀλλὰ συνεκβαλεῖν καὶ ταῦτα τοῖς τυράννοις.

ἦν δὲ ἄρα Ταρκυνίῳ λόγος μὲν ἐλάχιστος τῶν χρημάτων, δ᾽ ἀπαίτησις ἅμα πεῖρα τοῦ δήμου καὶ κατασκευὴ προδοσίας, [3] καὶ ταῦτ᾽ ἔπραττον οἱ πρέσβεις ὑπομένοντες ἐπὶ τῇ τῶν χρημάτων προφάσει, τὰ μὲν ἀποδίδοσθαι, τὰ δὲ φυλάττειν, τὰ δ᾽ ἀποπέμπειν φάσκοντες, ἄχρι οὗ διέφθειραν οἴκους δύο τῶν καλῶν κάγαθῶν νομιζομένων, τὸν Ἀκυλλίων τρεῖς ἔχοντα βουλευτάς καὶ δύο τὸν Οὐιτελλίων. οὗτοι πάντες ἦσαν ἀπὸ μητέρων ἀδελφιδοῖ Κολλατίνου τοῦ ὑπατεύοντος, ἰδίᾳ δὲ Οὐιτελλίοις ἑτέρα πρὸς Βροῦτον οἰκειότης ὑπῆρχεν. ἀδελφὴν γὰρ αὐτῶν Βροῦτος εἶχε καὶ παῖδας ἐξ αὐτῆς πλείονας: [4] ὧν δύο τοὺς ἐν ἡλικίᾳ συγγενεῖς ὄντας ἅμα καὶ συνήθεις οἱ Οὐιτέλλιοι προσηγάγοντο καὶ συνέπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι καὶ καταμίξαντας ἑαυτοὺς εἰς γένος μέγα τὸ τῶν Ταρκυνίων καὶ βασιλικὰς ἐλπίδας ἀπαλλαγῆναι τῆς τοῦ πατρὸς ἀβελτερίας καὶ χαλεπότητος: χαλεπότητα μὲν τὸ ἀπαραίτητον αὐτοῦ πρὸς τοὺς πονηροὺς λέγοντες, τῇ δ᾽ ἀβελτερίᾳ [p. 510] προσποιήματι καὶ παρακαλύμματι πολὺν χρόνον, ὡς ἔοικε, χρησάμενος ἀσφαλείας ἕνεκα πρὸς τοὺς τυράννους, οὐδ᾽ ὕστερον ἔφυγεν αὐτῆς τὴν ἐπωνυμίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: