previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῷ δ᾽ ἑξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας τὸ τέταρτον: ἦν δὲ προσδοκία πολέμου Σαβίνων καί Λατίνων συνισταμένων. καί τις ἅμα δεισιδαιμονία τῆς πόλεως ἥψατο: πᾶσαι γὰρ αἱ κυοῦσαι τότε γυναῖκες ἐξέβαλλον ἀνάπηρα, καί τέλος οὐδεμία γένεσις ἔσχεν. ὅθεν ἐκ τῶν Σιβυλλείων Ποπλικόλας ἱλασάμενος τῷ Ἅιδῃ καί τινας ἀγῶνας πυθοχρήστους ἀναλαβὼν καί ταῖς ἐλπίσι πρὸς τὸ θεῖον ἡδίονα καταστήσας τὴν πόλιν, ἤδη τοῖς ἀπ᾽ ἀνθρώπων φοβεροῖς προσεῖχε. μεγάλη γὰρ ἐφαίνετο κατασκευὴ τῶν πολεμίων καί σύστασις.

[2] ἦν οὖν Ἄππιος Κλαῦσος ἐν Σαβίνοις, ἀνὴρ χρήμασί τε δυνατὸς καί σώματος ῥώμῃ πρὸς ἀλκὴν ἐπιφανής, ἀρετῆς δὲ δόξῃ μάλιστα καί λόγου δεινότητι πρωτεύων, δὲ πᾶσι συμβαίνει τοῖς μεγάλοις οὐ διέφυγε παθεῖν, ἀλλ᾽ ἐφθονεῖτο: καὶ τοῖς φθονοῦσιν αἰτίαν παρέσχε καταπαύων τὸν πόλεμον αὔξειν τὰ Ῥωμαίων, ἐπὶ τυραννίδι καί δουλώσει τῆς πατρίδος, [3] αἰσθόμενος δὲ τοὺς λόγους τούτους βουλομένῳ τῷ πλήθει λεγομένους, καί προσκρούοντα τοῖς πολεμοποιοῖς καί στρατιωτικοῖς ἑαυτόν, ἐφοβεῖτο τὴν κρίσιν, ἑταιρείαν δὲ καί δύναμιν φίλων καί οἰκείων ἔχων [p. 558] ἀμύνουσαν περὶ αὑτὸν ἐστασίαζε. καί τοῦτ᾽ ἦν τοῦ πολέμου διατριβὴ καί μέλλησις τοῖς Σαβίνοις.

[4] ταῦτ᾽ οὖν Ποπλικόλας οὐ μόνον εἰδέναι ποιούμενος ἔργον, ἀλλὰ καί κινεῖν καί συνεξορμᾶν τὴν στάσιν, εἶχεν ἄνδρας ἐπιτηδείους οἳ τῷ Κλαύσῳ διελέγοντο παρ᾽ αὑτοῦ τοιαῦτα, ὡς Ποπλικόλας ἄνδρα σε χρηστὸν ὄντα καί δίκαιον οὐδενὶ κακῷ δεῖν οἴεται τοὺς σεαυτοῦ πολίτας ἀμύνεσθαι, καίπερ ἀδικούμενον: εἰ δὲ βούλοιο σῴζων ἑαυτὸν μεταστῆναι καί φυγεῖν τοὺς μισοῦντας, ὑποδέξεταί σε δημοσίᾳ καί ἰδίᾳ τῆς τε σῆς ἀρετῆς ἀξίως καί τῆς Ῥωμαίων λαμπρότητος. [5] ταῦτα πολλάκις ἀνασκοποῦντι τῷ Κλαύσῳ βέλτιστα τῶν ἀναγκαίων ἐφαίνετο, καί τοὺς φίλους συμπαρακαλῶν, ἐκείνων τε πολλοὺς ὁμοίως συναναπειθ όντων, πεντακισχιλίους οἴκους ἀναστήσας μετὰ παίδων καί γυναικῶν, ὅπερ ἦν ἐν Σαβίνοις ἀθόρυβον μάλιστα καί βίου πρᾴου καί καθεστῶτος οἰκεῖον, εἰς Ῥώμην ἦγε, προειδότος τοῦ Ποπλικόλα καί δεχομένου φιλοφρόνως καί προθύμως ἐπὶ πᾶσι δικαίοις. [6] τοὺς μὲν γὰρ οἴκους εὐθὺς ἀνέμιξε τῷ πολιτεύματι, καί χώραν ἀπένειμεν ἑκάστῳ δυεῖν πλέθρων περὶ τὸν Ἀνίωνα ποταμόν, τῷ δὲ Κλαύσῳ πλέθρα πέντε καί εἴκοσι γῆς ἔδωκεν, αὑτὸν δὲ τῇ βουλῇ προσέγραψεν, ἀρχὴν πολιτείας λαμβάνοντα ταύτην, χρώμενος ἐμφρόνως ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα καί δύναμιν ἔσχε μεγάλην, καί γένος οὐδενὸς ἀμαυρότερον ἐν Ῥώμῃ τὸ Κλαυδίων ἀφ᾽ αὑτοῦ κατέλιπε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: