previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτω δὲ περὶ ταῦτα δημοτικὸς γενόμενος νομοθέτης καὶ μέτριος, ἐν τῷ μὴ μετρίῳ1 τὴν τιμωρίαν ὑπερέτεινεν. ἔγραψε γὰρ νόμον ἄνευ κρίσεως κτεῖνια διδόντα τὸν βουλόμενον τυραννεῖν κτείναντα δὲ φόνου καθαρὸν ἐποίησεν, εἰ παράσχοιτο τοῦ ἀδικήματος τοὺς ἐλέγχους. ἐπεὶ γὰρ οὐ δυνατὸν ἐπιχειροῦντα τηλικούτοις λαθεῖν ἅπαντας, οὐκ ἀδύνατον δὲ τὸ μὴ λαθόντα τοῦ κριθῆναι φθάσαι κρείττονα γενόμενον, ἣν ἀναιρεῖ τὸ ἀδίκημα κρίσιν, προλαβεῖν ἔδωκε τῷ δυναμένῳ κατὰ τοῦ ἀδικοῦντος.

[2] ἐπῃνέθη δὲ καὶ διὰ τὸν ταμιευτικὸν νόμον. ἐπεὶ γὰρ ἔδει χρήματα πρὸς τὸν πόλεμον εἰσενεγκεῖν ἀπὸ τῶν οὐσιῶν τοὺς πολίτας, οὔτ᾽ αὐτὸς ἅψασθαι τῆς οἰκονομίας οὔτε τοὺς φίλους ἐᾶσαι βουλόμενος οὔθ᾽ ὅλως εἰς οἶκον ἰδιώτου παρελθεῖν δημόσια χρήματα, ταμιεῖον μὲν ἀπέδειξε τὸν τοῦ Κρόνου ναόν, μέχρι νῦν χρώμενοι διατελοῦσι, ταμίας δὲ τῷ δήμῳ δύο τῶν νέων ἔδωκεν ἀποδεῖξαι [3] καὶ ἀπεδείχθησαν οἱ πρῶτοι Πούπλιος [p. 534] Ο ὐετούριος καὶ Μινούκιος Μᾶρκος καὶ χρήματα συνήχθη πολλά, τρισκαίδεκα γὰρ ἀπεγράψαντο μυριάδες, ὀρφανοῖς παισὶ καὶ χήραις γυναιξὶν ἀνεθείσης τῆς εἰσφορᾶς.

[4] ταῦτα δὲ διοικήσας ἀπέδειξεν ἑαυτῷ συνάρχοντα τὸν Λουκρητίας πατέρα Λουκρήτιον, τῆς ἡγεμονικωτέρας ἐξιστάμενος ὄντι πρεσβυτέρῳ τάξεως παρέδωκε τοὺς καλουμένους φάσκης καὶ τοῦτο διέμεινεν εἰς ἡμᾶς τὸ πρεσβεῖον ἀπ᾽ ἐκείνου τοῖς γεραιτέροις φυλαττό μενον. ἐπεὶ δ᾽ ὀλίγαις ἡμέραις ὕστερον ἐτελεύτησεν Λουκρήτιος, πάλιν ἀρχαιρεσιῶν γενομένων ᾑρέθη Μᾶρκος Ὡράτιος, καὶ συνῆρχε τῷ Ποπλικόλᾳ τὸν ὑπολειπόμενον χρόνον τοῦ ἐνιαυτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: