previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος ἠξίουν τινὲς προσγράφειν ὅπως καί στρεβλωθεὶς Φωκίων ἀποθάνοι, καί τὸν τροχὸν εἰσφέρειν καί τοὺς ὑπηρέτας καλεῖν προσέταττον. δὲ Ἁγνωνίδης καί τὸν Κλεῖτον ὁρῶν δυσχεραίνοντα καί τὸ πρᾶγμα βαρβαρικὸν εἶναι καί μιαρὸν ἡγούμενος, ‘ὅταν,’ ἔφη, ‘Καλλιμέδοντα τὸν [p. 228] μαστιγίαν λάβωμεν, ἄνδρες Ἀθηναῖοι, στρεβλώσομεν: περὶ δὲ Φωκίωνος οὐδὲν ἐγὼ γράφω τοιοῦτον.’ [2] ' ἐνταῦθα τῶν ἐπιεικῶν τις ὑπεφώνησενὀρθῶς γε σὺ ποιῶν ἂν γὰρ Φωκίωνα βασανίσωμεν, σὲ τί ποιήσομεν;’ ἐπικυρωθέντος δὲ τοῦ ψηφίσματος καί τῆς χειροτονίας ἀποδοθείσης, οὐδεὶς καθήμενος, ἀλλὰ πάντες ἐξαναστάντες, οἱ δὲ πλεῖστοι καί στεφανωσάμενοι, κατεχειροτόνησαν αὐτῶν θάνατον, ἦσαν δὲ σὺν τῷ Φωκίωνι Νικοκλῆς, Θούδιππος, Ἡγήμων, Πυθοκλῆς: Δημητρίου δὲ τοῦ Φαληρέως καί Καλλιμέδοντος καί Χαρικλέους καί τινων ἄλλων ἀπόντων κατεψηφίσθη θάνατος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
  • Cross-references to this page (4):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: