previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημοσθένους δὲ λοιδοροῦντος τὸν Ἀλέξανδρον ἤδη προσάγοντα ταῖς Θήβαις ἔφη:

σχέτλιε, τίπτ᾽ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα καὶ δόξης μεγάλης ὀρεγόμενον; βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι1 τὴν πόλιν; [p. 182] ἀλλ᾽ ἡμεῖς οὐδὲ βουλομένοις ἀπολέσθαι τούτοις ἐπιτρέψομεν, οἱ διὰ τοῦτο στρατηγεῖν ὑπομένοντες.’ [2] ὡς δὲ ἀπωλώλεισαν αἱ Θῆβαι καὶ Ἀλέξανδρος ἐξῃτεῖτο τοὺς περὶ Δημοσθένην καὶ Λυκοῦργον καὶ Ὑπερείδην καὶ Χαρίδημον, δὲ ἐκκλησία πρὸς ἐκεῖνον ἀπέβλεπεν, ὀνομαστὶ πολλάκις καλούμενος ἀνέστη καὶ τῶν φίλων ἕνα παραστησάμενος, μάλιστα χρώμενος διετέλει καὶ πιστεύων καὶ ἀγαπῶν, ‘εἰς τοιαῦτα,’ ἔφη, ‘τὴν πόλιν οὗτοι παραγηόχασιν ὥστ᾽ ἔγωγε, κἂν Νικοκλέα τις τοῦτον ἐξαιτῇ, διδόναι κελεύσω. [3] τὸ μὲν γὰρ αὐτὸς ὑπὲρ ὑμῶν ἁπάντων ἀποθανεῖν εὐτυχίαν ἂν ἐμαυτοῦ θείμην. ἐλεῶ δέ,’ εἶπεν, ‘ἄνδρες Ἀθηναῖοι, καὶ τοὺς ἐκ Θηβῶν δεῦρο πεφευγότας, ἀρκεῖ δὲ τὰς Θήβας κλαίειν τοῖς Ἕλλησι. διὸ βέλτιόν ἐστιν ὑπὲρ ἀμφοῖν πείθειν καὶ παραιτεῖσθαι τοὺς κρατοῦντας μάχεσθαι.’

[4] τὸ μὲν οὖν πρῶτον ψήφισμα λέγεται τὸν Ἀλέξανδρον, ὡς ἔλαβε, ῥῖψαι καὶ φυγεῖν ἀποστραφέντα τοὺς πρέσβεις: τὸ δὲ δεύτερον ἐδέξατο, κομισθὲν ὑπὸ Φωκίωνος, τῶν πρεσβυτέρων ἀκούων ὅτι καὶ Φίλιππος ἐθαύμαζε τὸν ἄνδρα τοῦτον καὶ οὐ μόνον τὴν ἔντευξιν ὑπέμεινεν αὑτοῦ καὶ τὴν δέησιν, ἀλλὰ καὶ συμβουλεύοντος ἤκουσε. συνεβούλευε δ᾽ Φωκίων, εἰ μὲν ἡσυχίας ὀρέγεται, θέσθαι τὸν πόλεμον: εἰ δὲ δόξης, μεταθέσθαι, πρὸς τοὺς βαρβάρους ἀπὸ τῶν Ἑλλήνων τραπόμενον. [5] καὶ πολλὰ καὶ πρὸς τὴν [p. 184] Ἀλεξάνδρου φύσιν καὶ βούλησιν εὐστόχως εἰπών οὕτω μετέβαλε καὶ κατεπράϋνεν αὐτόν ὥστε εἰπεῖν ὅπως προσέξουσι τὸν νοῦν Ἀθηναῖοι τοῖς πράγμασιν, ὡς, εἴ τι γένοιτο περὶ αὐτόν, ἐκείνοις ἄρχειν προσῆκον, ἰδίᾳ δὲ τὸν Φωκίωνα ποιησάμενος αὑτοῦ φίλον καὶ ξένον, εἰς τοσαύτην ἔθετο ̣ [6] τιμὴν ὅσην εἶχον ὀλίγοι τῶν ἀεὶ συνόντων. γοῦν Δοῦρις εἴρηκεν ὡς μέγας γενόμενος καὶ Δαρείου κρατήσας ἀφεῖλε τῶν ἐπιστολῶν τὸ χαίρειν πλὴν ἐν ὅσαις ἔγραφε Φωκίωνι: τοῦτον δὲ μόνον, ὥσπερ Ἀντίπατρον, μετὰ τοῦ χαίρειν προσηγόρευε. τοῦτο δὲ καὶ Χάρης ἱστόρηκε.

1 ῥιπίσαι Bryan's correction of the MSS. ῥῖψαι (to hurl), which Coraës and Bekker retain.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: