previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ τοῦ Λεωσθένους ἀποθανόντος οἱ φοβούμενοι τὸν Φωκίωνα, μὴ στρατηγὸς ἐκπεμφθεὶς καταλύσῃ τὸν πόλεμον, ἄνθρωπόν τινα τῶν οὐκ ἐπιφανῶν ἐν ἐκκλησίᾳ παρεσκεύασαν ἀναστάντα λέγειν ὅτι φίλος ὢν τοῦ Φωκίωνος καὶ συμπεφοιτηκὼς παραινεῖ φείδεσθαι τοῦ ἀνδρὸς καὶ φυλάσσειν, ὡς ἄλλον ὅμοιον οὐκ ἔχοντας, ἐκπέμπειν δὲ Ἀντίφιλον ἐπὶ τὸ στράτευμα, καὶ ταῦτα τοῖς Ἀθηναίοις συνεδόκει, παρελθὼν Φωκίων ἔλεγε μήτε συμπεφοιτηκέναι ποτὲ τῷ ἀνθρώπῳ μήτε ἄλλως γεγονέναι γνώριμος συνήθης: [2]ἀλλὰ νῦν,’ εἶπεν, ‘ἀπὸ τῆς σήμερον ἡμέρας καὶ φίλον σε ποιοῦμαι καὶ οἰκεῖον γὰρ ἦν ἐμοὶ συμφέροντα συμβεβούλευκας.’

ὡρμημένων δὲ τῶν Ἀθηναίων ἐπὶ τοὺς Βοιωτοὺς στρατεύειν πρῶτον μὲν ἀντεῖχε: καὶ τῶν φίλων λεγόντων ὡς ἀποθανεῖται προσκρούων τοῖς Ἀθηναίοις, ‘ἀδίκως,’ εἶπεν, ‘ἂν ποιῶ τὸ συμφέρον ἂν δὲ παραβαίνω, δικαίως.’ [3] ἐπεὶ δὲ ὁρῶν οὐκ ἀνιέντας, ἀλλὰ βοῶντας, ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν Ἀθηναίων τοὺς ἄχρι ἑξήκοντα ἐτῶν ἀφ᾽ ἥβης πέντε ἡμερῶν σιτία λαβόντας εὐθὺς ἀκολουθεῖν ἀπὸ τῆς ἐκκλησίας, θορύβου πολλοῦ γενομένου καὶ τῶν πρεσβυτέρων βοώντων καὶ ἀναπηδώντων, ‘οὐδέν,’ ἔφη, ‘δεινόν ἐγὼ γὰρ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ἔτος ἔσομαι μεθ᾽ ὑμῶν.’ καὶ τότε μὲν οὕτως κατέπαυσεν αὐτοὺς καὶ μετέβαλε: [p. 200]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: