previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μὴν ἔπεισε τὸν Φλαμίνιον, ἀλλὰ φήσας οὐκ ἀνέξεσθαι προσιόντα τῇ Ῥώμῃ τὸν πόλεμον οὐδ᾽, ὥσπερ παλαιὸς Κάμιλλος, ἐν τῇ πόλει διαμαχεῖσθαι περὶ αὐτῆς, τὸν μὲν στρατὸν ἐξάγειν ἐκέλευσε τοὺς χιλιάρχους, αὐτὸς ἐπὶ τὸν ἵππον ἀλλόμενος ἐξ οὐδενὸς αἰτίου προδήλου παραλόγως ἐντρόμου τοῦ ἵππου γενομένου καὶ πτυρέντος ἐξέπεσε καὶ κατενεχθεὶς ἐπὶ κεφαλὴν ὅμως οὐδὲν ἔτρεψε τῆς γνώμης, ἀλλ᾽ ὡς ὥρμησεν ἐξ ἀρχῆς ἀπαντῆσαι τῷ Ἀννίβᾳ, περὶ τὴν καλουμένην Θρασυμένην1 λίμνην τῆς Τυρρηνίας παρετάξατο.

[2] τῶν δὲ στρατιωτῶν συμβαλόντων εἰς χεῖρας ἅμα τῷ καιρῷ τῆς μάχης συνέπεσε σεισμός, ὑφ᾽ οὗ καὶ πόλεις ἀνετράπησαν καὶ ῥεύματα ποταμῶν ἐξ ἕδρας μετέστη καὶ κρημνῶν ὑπώρειαι περιρράγησαν.2 ἀλλὰ, καίπερ οὕτω γενομένου βιαίου τοῦ πάθους3 οὐδεὶς τὸ παράπαν ᾔσθετο τῶν μαχομένων, [3] αὐτὸς μὲν οὖν Φλαμίνιος πολλὰ καὶ τόλμης ἔργα καὶ ῥώμης ἐπιδεικνύμενος ἔπεσε, καὶ περὶ αὐτὸν οἱ κράτιστοι: τῶν δ᾽ ἄλλων τραπέντων πολὺς ἦν φόνος, καὶ πεντακισχίλιοι πρὸς μυρίοις κατεκόπησαν, καὶ ἑάλωσαν ἕτεροι τοσοῦτοι, τὸ δὲ Φλαμινίου σῶμα φιλοτιμούμενος θάψαι καὶ κοσμῆσαι δι᾽ ἀρετὴν Ἀννίβας οὐχ εὗρεν ἐν τοῖς νεκροῖς, ἀλλ᾽ ἠγνοεῖτο τὸ παράπαν ὅπως ἠφανίσθη.

[4] τὴν μὲν οὖν ἐπὶ τοῦ Τρεβίου γενομένην ἧτταν [p. 126] οὔθ᾽ γράψας στρατηγὸς οὔθ᾽ πεμφθεὶς ἄγγελος ἀπ᾽ εὐθείας ἔφρασεν, ἀλλ᾽ ἐψεύσατο τὴν νίκην ἐπίδικον αὐτοῖς καὶ ἀμφίδοξον γενέσθαι: περὶ δὲ ταύτης ὡς πρῶτον ἤκουσεν στρατηγὸς Πομπώνιος, συναγαγὼν εἰς ἐκκλησίαν τὸν δῆμον οὐ περιπλοκὰς οὐδὲ παραγωγὰς ἀλλ᾽ ἄντικρυς ἔφη προσελθώνΝενικήμεθα, ἄνδρες Ῥωμαῖοι, μεγάλῃ μάχῃ, καὶ διέφθαρται τὸ στρατόπεδον, καὶ Φλαμίνιος ὕπατος ἀπόλωλεν. ἀλλὰ βουλεύεσθε [5] περὶ σωτηρίας αὑτῶν καὶ ἀσφαλείαςοὗτος μὲν οὖν ὥσπερ πνεῦμα τὸν λόγον ἐμβαλὼν εἰς πέλαγος τοσούτου δῆμου συνετάραξε τὴν πόλιν, οὐδ᾽ ἑστάναι πρὸς τοσαύτην ἔκπληξιν οἱ λογισμοὶ καὶ διαμένειν ἐδύναντο. πάντες δ᾽ εἰς μίαν γνώμην συνήχθησαν ἀνυπευθύνου δεῖσθαι τὰ πράγματα μοναρχίας, ἣν δικτατορίαν καλοῦσι, καὶ τοῦ μεταχειριουμένου ταύτην ἀθρύπτως καὶ ἀδεῶς ἀνδρός: [6] εἶναι δὲ τοῦτον ἕνα Φάβιον Μάξιμον, ἰσόρροπον ἔχοντα, τῷ μεγέθει τῆς ἀρχῆς τὸ φρόνημα καὶ τὸ ἀξίωμα τοῦ ἤθους, ἡλικίας τε κατὰ τοῦτο γεγενημένον ἐν συνέστηκεν ἔτι πρὸς τὰ τῆς ψυχῆς βουλεύματα τὸ σῶμα τῇ ῥώμῃ καὶ συγκέκραται τῷ φρονίμῳ τὸ θαρραλέον.

1 Θρασυμένην an early anonymous correction, adopted by Coraës and Bekker: Θρασυνίαν.

2 περιερράγησαν Bekker's παρερράγησαν is now found in S.

3 τοῦ πάθους Coraës and Bekker after Reiske: πάθους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: