previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν τοσούτῳ δὲ κακῷ τῶν Ῥωμαίων ὄντων οὐκ ἔλαθεν κίνδυνος τὸν Φάβιον, ἀλλὰ καὶ τὸ μέλλον, ὡς ἔοικεν, ἤδη προειληφώς τήν τε δύναμιν συντεταγμένην εἶχεν ἐπὶ τῶν ὅπλων καὶ τὰ πραττόμενα γινώσκειν ἐφρόντιζεν οὐ δι᾽ ἀγγέλων, ἀλλ᾽ αὐτὸς ἔχων κατασκοπὴν πρὸ τοῦ χάρακος. ὡς οὖν κατεῖδε κυκλούμενον καὶ ταραττόμενον τὸ στράτευμα, καὶ κραυγὴ προσέπιπτεν οὐ μενόντων, ἀλλ᾽ ἤδη πεφοβημένων καὶ τρεπομένων, [2] μηρόν τε πληξάμενος καὶ στενάξας μέγα πρὸς μὲν τοὺς παρόντας εἶπενὮἩράκλεις, ὡς τάχιον μὲν ἐγὼ προσεδόκων, βράδιον δ᾽ αὐτὸς ἔσπευδε Μινούκιος ἑαυτὸν ἀπολώλεκε,’ τὰς: [p. 154] δὲ σημαίας ἐκφέρειν κατὰ τάχος καὶ τὸν στρατὸν ἕπεσθαι κελεύσας ἀνεβόησε: ‘νῦν τις, στρατιῶται, Μάρκου Μινουκίου μεμνημένος ἐπειγέσθω: λαμπρὸς γὰρ ἁνὴρ καὶ φιλόπατρις, εἰ δέ τι σπεύδων ἐξελάσαι τοὺς πολεμίους ἥμαρτεν, αὖθις αἰτιασόμεθα.’

[3] πρῶτον μὲν οὖν ἐπιφανεὶς τρέπεται καὶ διασκίδνησι τοὺς ἐν τῷ πεδίῳ περιελαύνοντας Νομάδας: εἶτα πρὸς τοὺς μαχομένους καὶ κατὰ νώτου τῶν Ῥωμαίων ὄντας ἐχώρει καὶ τοὺς ἐμποδὼν ἔκτεινεν, οἱ δὲ λοιποί,1 πρὶν ἀποληφθῆναι καὶ γενέσθαι περιπετεῖς οἷς αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν, ἐγκλίναντες ἔφυγον. [4] ὁρῶν δ᾽ Ἀννίβας τήν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρ᾽ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν λόφον, ἐπέσχε τήν μάχην, καὶ τῇ σάλπιγγι σημήνας ἀνάκλησιν ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀποτρεπομένων, λέγεται δ᾽ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς: ‘οὐκ ἐγὼ μέντοι προὔλεγον ὑμῖν πολλάκις τήν ἐπὶ τῶν ἄκρων ταύτην καθημένην νεφέλην, ὅτι μετὰ ζάλης ποτὲ καὶ καταιγίδων ὄμβρον ἐκρήξει;’

1 λοιποί MSS., Sintenis1, Coraës, Bekker: πλεῖστοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: