previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ δὲ τὴν μάχην Φάβιος μὲν ὅσους ἔκτεινε τῶν πολεμίων σκυλεύσας ἀνεχώρησεν, οὐδὲν ὑπερήφανον οὐδ᾽ ἐπαχθὲς εἰπὼν περὶ τοῦ συνάρχοντος: Μινούκιος δὲ τὴν αὑτοῦ στρατιὰν ἀθροίσας, ‘ἄνδρες,’ ἔφη, ‘συστρατιῶται, τὸ μ̣ὲν ἁμαρτεῖν μηδὲν ἐν πράγμασι μεγάλοις μεῖζον [p. 156] κατ᾽ ἄνθρωπόν ἐστι, τὸ δ᾽ ἁμαρτόντα χρήσασθαι τοῖς πταίσμασι διδάγμασι πρὸς τὸ λοιπὸν ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν ἔχοντος, [2] ἐγὼ μὲν οὖν ὁμολογῶ μικρὰ μεμφόμενος τὴν τύχην περὶ μειζόνων ἐπαινεῖν. γὰρ οὐκ ᾐσθόμην χρόνον τοσοῦτον, ἡμέρας μέρει μικρῷ πεπαίδευμαι, γνοὺς ἐμαυτὸν οὐκ ἄρχειν ἑτέρων δυνάμενον, ἀλλ᾽ ἄρχοντος ἑτέρου δεόμενον καὶ φιλοτιμούμενον1 νικᾶν ὑφ᾽ ὧν ἡττᾶσθαι κάλλιον. ὑμῖν δὲ τῶν μὲν ἄλλων ἐστὶν ἄρχων δικτάτωρ, τῆς δὲ πρὸς ἐκεῖνον εὐχαριστίας αὐτὸς ἡγεμὼν ἔσομαι, πρῶτον ἐμαυτὸν εὐπειθῆ καὶ ποιοῦντα τὸ κελευόμενον ὑπ᾽ ἐκείνου παρεχόμενος.’

[3] ταῦτ᾽ εἰπὼν καὶ τοὺς ἀετοὺς ἄρασθαι κελεύσας καὶ πάντας ἀκολουθεῖν, ἦγε πρὸς τὸν χάρακα τοῦ Φαβίου. καὶ παρελθὼν ἐντὸς ἐβάδιζεν ἐπὶ τὴν στρατηγικὴν σκηνήν, ὥστε θαυμάζειν καὶ διαπορεῖν πάντας. προελθόντος δὲ τοῦ Φαβίου θέμενος ἔμπροσθεν τὰς σημαίας αὐτὸς μὲν ἐκεῖνον πατέρα μεγάλῃ φωνῇ, οἱ δὲ στρατιῶται τοὺς στρατιώτας πάτρωνας ἠσπάζοντο. τοῦτο δ᾽ ἔστι τοῖς ἀπελευθέροις προσφώνημα πρὸς τοὺς ἀπελευθερώσαντας. [4] ἡσυχίας δὲ γενομένης Μινούκιος εἶπε: ‘δύο νίκας, δίκτατορ, τῇ σήμερον ἡμέρᾳ νενίκηκας, ἀνδρείᾳ μὲν Ἀννίβαν, εὐβουλίᾳ δὲ καὶ χρηστότητι τὸν συνάρχοντα: καὶ δι᾽ ἧς μὲν σέσωκας ἡμᾶς, δι᾽ ἧς δὲ πεπαίδευκας, ἡττωμένους αἰσχρὰν μὲν ἧτταν ὑπ᾽ ἐκείνου, καλὴν δὲ καὶ σωτήριον ὑπὸ σοῦ. [5] πατέρα δή σε χρηστὸν2 [p. 158] προσαγορεύω, τιμιωτέραν οὐκ ἔχων προσηγορίαν, ἐπεὶ τῆς γε τοῦ τεκόντος χάριτος μείζων παρὰ σοῦ χάρις αὕτη. ἐγεννήθην μὲν γὰρ ὑπ᾽ ἐκείνου μόνος, σῴζομαι δὲ ὑπὸ σοῦ μετὰ τοσούτωνταῦτ᾽ εἰπὼν καὶ περιβαλὼν τὸν Φάβιον ἠσπάζετο. τὸ δ᾽ αὐτὸ καὶ τοὺς στρατιώτας ἦν ὁρᾶν πράττοντας: ἐνεφύοντο γὰρ ἀλλήλοις καὶ κατεφίλουν, ὥστε μεστὸν εἶναι χαρᾶς καὶ δακρύων ἡδίστων τὸ στρατόπεδον.

1 φιλοτιμούμενον the MSS. have μὴ φιλοτιμούμενον, which Coraës defends.

2 χρηστὸν bracketed by Bekker.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: