previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ ταῖς πρὸς τοὺς ἄλλους πολίτας ὁμιλίαις ἐχθρὸς ἦν ἀμεμπτότερος φίλος, τοὺς μὲν γὰρ ἐχθροὺς ἀδίκως οὐκ ἔβλαπτε, τοῖς δὲ φίλοις καὶ τὰ μὴ δίκαια συνέπραττε. καὶ τοὺς μὲν ἐχθροὺς ᾐσχύνετο μὴ τιμᾶν κατορθοῦντας, τοὺς δὲ φίλους οὐκ ἐδύνατο ψέγειν ἁμαρτάνοντας, ἀλλὰ καὶ βοηθῶν ἠγάλλετο καὶ συνεξαμαρτάνων αὐτοῖς: οὐδὲν γὰρ ᾤετο τῶν φιλικῶν ὑπουργημάτων αἰσχρὸν εἶναι, [2] τοῖς δ᾽ αὖ διαφόροις πταίσασι πρῶτος συναχθόμενος καὶ δεηθεῖσι συμπράττων προθύμως ἐδημαγώγει καὶ προσήγετο πάντας. ὁρῶντες οὖν οἱ ἔφοροι ταῦτα καὶ φοβούμενοι τὴν δύναμιν ἐζημίωσαν αὐτόν, αἰτίαν ὑπειπόντες ὅτι τοὺς κοινοὺς πολίτας ἰδίους κτᾶται. [p. 12]

[3] καθάπερ γὰρ οἱ φυσικοὶ τὸ νεῖκος οἴονταί καὶ τὴν ἔριν, εἰ τῶν ὅλων ἐξαιρεθείη, στῆναι μὲν ἂν τὰ οὐράνια, παύσασθαι δὲ πάντων τὴν 1 γένεσιν καὶ κίνησιν ὑπὸ τῆς πρὸς πάντα πάντων ἁρμονίας, οὕτως ἔοικεν Λακωνικὸς νομοθέτης ὑπέκκαυμα τῆς ἀρετῆς ἐμβαλεῖν εἰς τὴν πολιτείαν τὸ φιλότιμον καὶ φιλόνεικον, ἀεί τινα τοῖς ἀγαθοῖς διαφορὰν καὶ ἅμιλλαν εἶναι πρὸς ἀλλήλους βουλόμενος, τὴν δὲ ἀνθυπείκουσαν τῷ ἀνελέγκτῳ χάριν ἀργὴν καὶ ἀναγώνιστον οὖσαν οὐκ ὀρθῶς ὁμόνοιαν λέγεσθαι. [4] τοῦτο δὲ ἀμέλει συνεωρακέναι καὶ τὸν Ὅμηρον οἴονταί τινες: οὐ γὰρ ἂν τὸν Ἀγαμέμνονα ποιῆσαι χαίροντα τοῦ Ὀδυσσέως καὶ τοῦ Ἀχιλλέως εἰς λοιδορίαν προαχθέντωνἐκπάγλοις ἐπέεσσιν,’ εἰ μὴ μέγα τοῖς κοινοῖς ἀγαθὸν ἐνόμιζεν εἶναι τὸν πρὸς ἀλλήλους ζῆλον καὶ τὴν διαφορὰν τῶν ἀρίστων, ταῦτα μὲν οὖν οὐκ ἂν οὕτως τις ἁπλῶς συγχωρήσειεν αἱ γὰρ ὑπερβολαὶ τῶν φιλονεικιῶν χαλεπαὶ ταῖς πόλεσι καὶ μεγάλους κινδύνους ἔχουσι.

1 πάντων Coreaës and Bekker have πάντως (utterly), an early, anonymous correction.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (2 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), E´PHORI
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: