previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἤδη δὲ περιϊόντος ἐνιαυτοῦ δευτέρου τῇ στρατηγίᾳ. πολὺς ἄνω λόγος ἐχώρει τοῦ Ἀγησιλάου, καὶ δόξα θαυμαστὴ κατεῖχε τῆς τε σωφροσύνης αὐτοῦ καὶ εὐτελείας καὶ μετριότητος, ἐσκήνου μὲν γὰρ ἀποδημῶν καθ᾽ αὑτὸν ἐν τοῖς ἁγιωτάτοις ἱεροῖς, μὴ πολλοὶ καθορῶσιν ἄνθρωποι πράττοντας ἡμᾶς, τούτων τοὺς θεοὺς ποιούμενος ἐπόπτας καὶ μάρτυρας: ἐν δὲ χιλιάσι στρατιωτῶν τοσαύταις οὐ ῥᾳδίως ἄν τις εἶδε φαυλοτέραν στιβάδα τῆς Ἀγησιλάου, [2] πρός τε θάλπος οὕτω καὶ ψῦχος εἶχεν ὥσπερ μόνος ἀεὶ χρῆσθαι ταῖς ὑπὸ τοῦ θεοῦ κεκραμέναις ὥραις πεφυκώς. ἥδιστον δὲ θέαμα τοῖς κατοικοῦσι τὴν Ἀσίαν Ἕλλησιν ἦσαν οἱ πάλαι βαρεῖς καὶ ἀφόρητοι καὶ διαρρέοντες ὑπὸ πλούτου καὶ τρυφῆς ὕπαρχοι καὶ στρατηγοὶ δεδιότες καὶ θεραπεύοντες [p. 38] ἄνθρωπον ἐν τρίβωνι περιϊόντα λιτῷ, καὶ πρὸς ἓν ῥῆμα βραχὺ καὶ Λακωνικὸν ἁρμόζοντες ἑαυτοὺς καὶ μετασχηματίζοντες, ὥστε πολλοῖς ἐπῄει τὰ τοῦ Τιμοθέου λέγειν,
Ἄρης τύραννος: χρυσὸν δὲ Ἕλλας οὐ δέδοικε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: