previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπελθόντων δὲ τῶν πολεμίων καὶ περιταφρευόντων τὴν πόλιν, αὖθις αὖ δείσας τὴν πολιορκίαν Αἰγύπτιος ἐβούλετο μάχεσθαι καὶ τοὺς Ἕλληνας μάλα συμπροθυμουμένους εἶχεν: οὐ γὰρ ἦν ἐν τῷ χωρίῳ σῖτος, δὲ Ἀγησίλαος οὐκ ἐῶν, ἀλλὰ κωλύων ἤκουε μὲν ἔτι μᾶλλον κακῶς πρότερον ὑπὸ τῶν Αἰγυπτίων καὶ προδότης ἀπεκαλεῖτο τοῦ βασιλέως, ἔφερε δὲ πρᾳότερον ἤδη τὰς διαβολὰς καὶ προσεῖχε τῷ καιρῷ τοῦ στρατηγήματος.

[2] ἦν δὲ τοιόνδε. τάφρον ἔξωθεν ἦγον οἱ πολέμιοι περὶ τὸ τεῖχος βαθεῖαν ὡς παντάπασιν ἀποκλείσοντες αὐτούς, ὡς οὖν ἐγγὺς ἦσαν αἱ τελευταὶ τοῦ ὀρύγματος ἀπαντῶντος αὑτῷ καὶ περιϊόντος ἐν κύκλῳ τὴν πόλιν, ἑσπέραν ἀναμείνας γενέσθαι καὶ κελεύσας ἐξοπλίζεσθαι τοὺς Ἕλληνας ἔλεγεν ἐλθὼν πρὸς τὸν Αἰγύπτιον: ‘ [p. 110] μὲν τῆς σωτηρίας, νεανία, καιρὸς οὗτός ἐστιν, ὃν ἐγὼ διαφθεῖραι φοβούμενος οὐκ ἔφραζον πρὶν ἐλθεῖν. [3] ἐπεὶ δὲ ἡμῖν οἱ πολέμιοι τὴν ἀσφάλειαν αὐτοὶ διὰ τῶν χειρῶν παρεσκευάκασι, τοσαύτην ὀρυξάμενοι τάφρον, ἧς τὸ μὲν ἐξειργασμένον ἐκείνοις ἐμποδών ἐστι τοῦ πλήθους, τὸ δὲ διαλεῖπον ἡμῖν δίδωσιν ἴσῳ καὶ δικαίῳ μέτρῳ διαμάχεσθαι πρὸς αὐτούς, φέρε νῦν, προθυμηθεὶς ἀνὴρ ἀγαθὸς γενέσθαι καὶ μεθ᾽ ἡμῶν ἐπισπόμενος δρόμῳ σῶζε σεαυτὸν ἅμα καὶ τὴν στρατιάν. [4] ἡμᾶς γὰρ οἱ μὲν κατὰ στόμα τῶν πολεμίων οὐχ ὑπομενοῦσιν, οἱ δὲ ἄλλοι διὰ τὴν τάφρον οὐ βλάψουσιν.’ ἐθαύμασεν οὖν Νεκτάναβις τοῦ Ἀγησιλάου τὴν δεινότητα, καὶ δοὺς ἑαυτὸν εἰς μέσα τὰ τῶν Ἑλλήνων ὅπλα καὶ προσπεσὼν ἐτρέψατο ῥᾳδίως τοὺς ἀντιστάντας. ὡς δὲ ἅπαξ ἔλαβε πειθόμενον αὑτῷ τὸν Νεκτάναβιν Ἀγησίλαος, αὖθις ἐπῆγε τὸ αὐτὸ στρατήγημα καθάπερ πάλαισμα τοῖς πολεμίοις. [5] τὰ μὲν γὰρ ὑποφεύγων καὶ ὑπάγων, τὰ δὲ ἀντιπεριχωρῶν, ἐμβάλλει τὸ πλῆθος αὐτῶν εἰς τόπον ἔχοντα διώρυχα βαθεῖαν ἐξ ἑκατέρας πλευρᾶς παραρρέουσαν, ὧν τὸ μέσον ἐμφράξας καὶ καταλαβὼν τῷ μετώπῳ τῆς φάλαγγος ἐξίσωσε πρὸς τοὺς μαχομένους τῶν πολεμίων τὸ πλῆθος, οὐκ ἔχοντας περιδρομὴν καὶ κύκλωσιν. ὅθεν οὐ πολὺν χρόνον ἀντιστάντες ἐτράποντο: καὶ πολλοὶ μὲν ἀνῃρέθησαν, οἱ δὲ φεύγοντες ἐσκεδάσθησαν καὶ διερρύησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: