previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βασιλεύοντος δὲ Ἄγιδος ἧκεν Ἀλκιβιάδης ἐκ Σικελίας φυγὰς εἰς Λακεδαίμονα: καὶ χρόνον οὔπω πολὺν ἐν τῇ πόλει διάγων, αἰ,τίαν ἔσχε τῇ [p. 6] γυναικὶ τὸν βασιλέως, Τιμαίᾳ, συνεῖναι. καὶ τὸ γεννηθὲν ἐξ αὐτῆς παιδάριον οὐκ ἔφη γινώσκειν Ἆγις, ἀλλ᾽ ἐξ Ἀλκιβιάδου γεγονέναι. τοῦτο δὲ οὐ πάνυ δυσκόλως τὴν Τιμαίαν ἐνεγκεῖν φησι Δοῦρις, ἀλλὰ καὶ ψιθυρίζουσαν οἴκοι πρὸς τὰς εἱλωτίδας Ἀλκιβιάδην τὸ παιδίον, οὐ Λεωτυχίδην, [2] καλεῖν καὶ μέντοι καὶ τὸν Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν τῇ Τιμαίᾳ φάναι πλησιάζειν, ἀλλὰ φιλοτιμούμενον βασιλεύεσθαι Σπαρτιάτας ὑπὸ τῶν ἐξ ἑαυτοῦ γεγονότων. διὰ ταῦτα μὲν τῆς Λακεδαίμονος Ἀλκιβιάδης ὑπεξῆλθε, φοβηθεὶς τὸν Ἆγιν δὲ παῖς τὸν μὲν ἄλλον χρόνον ὕποπτος ἦν τῷ Ἄγιδι, καὶ γνησίου τιμὴν οὐκ εἶχε παρ᾽ αὐτῷ, νοσοῦντι δὲ προσπεσὼν καὶ δακρύων ἔπεισεν υἱὸν ἀποφῆναι πολλῶν ἐναντίον.

[3] οὐ μὴν ἀλλὰ τελευτήσαντος τοῦ Ἄγιδος Λύσανδρος, ἤδη κατανεναυμαχηκὼς Ἀθηναίους καὶ μέγιστον ἐν Σπάρτῃ δυνάμενος, τὸν Ἀγησίλαον ἐπὶ τὴν βασιλείαν προῆγεν, ὡς οὐ προσήκουσαν ὄντι νόθῳ τῷ Λεωτυχίδῃ. πολλοὶ δὲ καὶ τῶν ἄλλων πολιτῶν, διὰ τὴν ἀρετὴν1 τοῦ Ἀγησιλάου καὶ τὸ συντετράφθαι καὶ μετεσχηκέναι τῆς ἀγωγῆς, ἐφιλοτιμοῦντο καὶ συνέπραττον αὐτῷ προθύμως. ἦν δὲ Διοπείθης ἀνὴρ χρησμολόγος ἐν Σπάρτῃ, μαντειῶν τε παλαιῶν ὑπόπλεως καὶ δοκῶν περὶ τὰ θεῖα σοφὸς εἶναι καὶ περιττός. [4] οὗτος οὐκ ἔφη θεμιτὸν εἶναι χωλὸν γενέσθαι τῆς Λακεδαίμονος βασιλέα, καὶ χρησμὸν ἐν τῇ δίκῃ; τοιοῦτον ἀνεγίνωσκε:

φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα,
μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία [p. 8]
δηρὸν γὰρ νοῦσοί σε κατασχήσουσιν ἄελπτοι
φθισιβρότου τ᾽ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο.
[5] πρὸς ταῦτα Λύσανδρος ἔλεγεν ὡς, εἰ πάνυ φοβοῖντο τὸν χρησμὸν οἱ Σπαρτιᾶται, φυλακτέον αὐτοῖς εἴη τὸν Λεωτυχίδην οὐ γὰρ εἰ προσπταίσας τις τὸν πόδα βασιλεύοι, τῷ θεῷ διαφέρειν, ἀλλ᾽ εἰ μὴ γνήσιος ὢν μηδὲ Ἡρακλείδης, τοῦτο τὴν χωλὴν εἶναι βασιλείαν. δὲ Ἀγησίλαος ἔφη καὶ τὸν Ποσειδῶ καταμαρτυρεῖν τοῦ Λεωτυχίδου τὴν νοθείαν, ἐκβαλόντα σεισμῷ τοῦ θαλάμου τὸν Ἆγιν ἀπ᾽ ἐκείνου δὲ πλέον δέκα μηνῶν διελθόντων γενέσθαι τὸν Λεωτυχίδην.

1 διὰ τὴν ἀρετὴν Coraës and Bekker, after Bryan. τὴν ἀρετὴν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: