This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
5.
πρὸς μέντοι γονεῖς ἄμεμπτον ἑαυτὸν εἰς
ἅπαντα παρέσχεν ὁ Δημήτριος: Ἀντώνιος δὲ τὸν
ἀδελφὸν τῆς μητρὸς ἐξέδωκεν ἐπὶ τῷ Κικέρωνα
ἀποκτεῖναι, πρᾶγμα καὶ καθ᾽ ἑαυτὸ μιαρὸν καὶ
ὠμόν, ὡς μόλις ἂν Ἀντώνιον ἐπ᾽ αὐτῷ συγγνώμης
τυχεῖν, εἰ σωτηρίας τοῦ θείου μισθὸς ἦν ὁ Κικέρωνος
θάνατος.
[2]
ἃ τοίνυν ἐπιώρκησαν ἀμφότεροι καὶ παρεσπόνδησαν,
ὁ μὲν Ἀρτάβαζον συλλαβών, ὁ δὲ
Ἀλέξανδρον ἀποκτείνας, Ἀντωνίῳ μὲν ἔχει τὴν
πρόφασιν ὁμολογουμένην: ἀπελείφθη γὰρ ἐν
Μήδοις ὑπὸ Ἀρταβάζου καὶ προεδόθη: Δημήτριον
δὲ πολλοὶ λέγουσι ψευδεῖς αἰτίας, ἐφ᾽ οἷς
ἔδρασε, πλασάμενον κατηγορεῖν ἀδικηθέντα, οὐκ
ἀδικήσαντα ἀμύνασθαι.
πάλιν δὲ τῶν μὲν κατορθωμάτων αὐτουργὸς ὁ
Δημήτριος γέγονε: καὶ τοὐναντίον ὁ Ἀντώνιος,
ἐν οἷς οὐ παρῆν, καλλίστας καὶ μεγίστας διὰ τῶν
στρατηγῶν ἀνῃρεῖτο νίκας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.