previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. ὑβρισταὶ μὲν εὐτυχοῦντες ἀμφότεροι, καὶ πρὸς τρυφὰς ἀνειμένοι καὶ ἀπολαύσεις. οὐκ ἂν εἴποι δέ τις ὡς Δημήτριον ἐν εὐπαθείαις καὶ συνουσίαις ὄντα πράξεων καιρὸς ἐξέφυγεν, ἀλλὰ τῇ περιουσίᾳ τῆς σχολῆς ἐπεισῆγε τὰς ἡδονάς, καὶ τὴν Λάμιαν ὥσπερ τὴν μυθικὴν ἀτεχνῶς παίζων καὶ νυστάζων ἐποιεῖτο διαγωγήν. [2] ἐν δὲ ταῖς τοῦ πολέμου παρασκευαῖς οὐκ εἶχεν αὐτοῦ τὸ δόρυ κιττόν, οὐδὲ μύρων ὠδώδει τὸ κράνος, οὐδὲ γεγανωμένος καὶ ἀνθηρὸς ἐπὶ τὰς μάχας ἐκ τῆς γυναικωνίτιδος προῄει, κοιμίζων δὲ τοὺς θιάσους καὶ τὰ βακχεῖα καταπαύων ἀμφίπολος Ἄρεος ἀνιέρου, κατὰ τὸν Εὐριπίδην, ἐγίνετο, καὶ δἰ ἡδονὴν ῥαθυμίαν οὐθὲν ἁπλῶς ἔπταισεν.

[3] Ἀντώνιον δέ, ὥσπερ ἐν ταῖς γραφαῖς ὁρῶμεν τοῦ Ἡρακλέους τὴν Ὀμφάλην ὑφαιροῦσαν τὸ ῥόπαλον καὶ τὴν λεοντῆν ἀποδύουσαν, οὕτω πολλάκις Κλεοπάτρα παροπλίσασα καὶ καταθέλξασα συνέπεισεν ἀφέντα μεγάλας πράξεις ἐκ τῶν χειρῶν καὶ στρατείας ἀναγκαίας ἐν ταῖς περὶ Κάνωβον καὶ Ταφόσιριν ἀκταῖς ἀλύειν καὶ παίζειν μετ᾽ αὐτῆς. [4] τέλος δέ, ὡς Πάρις, ἐκ τῆς μάχης ἀποδρὰς εἰς τοὺς ἐκείνης κατεδύετο κόλπους: μᾶλλον δὲ μὲν Πάρις ἡττηθεὶς ἔφυγεν εἰς τὸν θάλαμον, Ἀντώνιος δὲ Κλεοπάτραν διώκων ἔφυγε καὶ προήκατο τὴν νίκην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: