previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30.

τοιαύτης δὲ τῷ Λυσάνδρῳ τῆς τελευτῆς γενομένης παραχρῆμα μὲν οὕτως ἤνεγκαν οἱ Σπαρτιᾶται βαρέως, ὥστε τῷ βασιλεῖ κρίσιν προγράψαι θανατικήν: ἣν οὐχ ὑποστὰς ἐκεῖνος εἰς Τεγέαν ἔφυγε, κἀκεῖ κατεβίωσεν ἱκέτης ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς. [2] καὶ γὰρ πενία τοῦ Λυσάνδρου τελευτήσαντος ἐκκαλυφθεῖσα φανερωτέραν ἐποίησε τὴν ἀρετήν, ἀπὸ χρημάτων πολλῶν καὶ δυνάμεως θεραπείας τε πόλεων καὶ βασιλέως τοσαύτης μηδὲ μικρὸν ἐπιλαμπρύναντος τὸν οἶκον εἰς χρημάτων λόγον, ὡς ἱστορεῖ Θεόπομπος, μᾶλλον ἐπαινοῦντι πιστεύσειεν ἄν τις ψέγοντι, ψέγει γὰρ ἥδιον ἐπαινεῖ. [3] χρόνῳ δὲ ὕστερον Ἔφορός φησιν ἀντιλογίας τινὸς συμμαχικῆς ἐν Σπάρτῃ γενομένης, καὶ τὰ γράμματα διασκέψασθαι δεῆσαν παρ᾽ ἑαυτῷ κατέσχεν Λύσανδρος, ἐλθεῖν ἐπὶ τὴν οἰκίαν τὸν Ἀγησίλαον. εὑρόντα δὲ τὸ βιβλίον ἐν γεγραμμένος ἦν περὶ τῆς πολιτείας λόγος, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, [4] ὁρμῆσαι μὲν εἰς τοὺς πολίτας τὸν λόγον ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον, οἷος ὢν πολίτης διαλάθοι, Λακρατίδαν δέ, ἄνδρα φρόνιμον καὶ τότε προεστῶτα τῶν ἐφόρων, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου, καὶ εἰπεῖν ὡς δεῖ μὴ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν οὕτω συντεταγμένον πιθανῶς καὶ πανούργως. [5]

οὐ μὴν ἀλλὰ τάς τε ἄλλας τιμὰς ἀπέδοσαν αὐτῷ τελευτήσαντι, καὶ τοὺς μνηστευσαμένους τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν τοῦ Λυσάνδρου πένητος εὑρεθέντος ἀπειπαμένους ἐζημίωσαν, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ἐγκατέλιπον. ἦν γάρ, ὡς ἔοικεν, ἐν Σπάρτῃ καὶ ἀγαμίου δίκη καὶ ὀψιγαμίου καὶ κακογαμίου: ταύτῃ δὲ ὑπῆγον μάλιστα τοὺς ἀντὶ τῶν ἀγαθῶν καὶ οἰκείων τοῖς πλουσίοις κηδεύοντας. τὰ μὲν οὖν περὶ Λύσανδρον οὕτως ἱστορήσαμεν ἔχοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: