ὁπλίτην κελάδοντα φυλάξασθαί σε κελεύωτινὲς δὲ τὸν Ὁπλίτην οὐ πρὸς Ἁλιάρτῳ ῥεῖν λέγουσιν, ἀλλὰ πρὸς Κορώνειαν χειμάρρουν εἶναι τῷ Φιλάρῳ ποταμῷ συμφερόμενον παρὰ τὴν πόλιν, ὃν πάλαι μὲν Ὁπλίαν, νῦν δὲ Ἰσόμαντον προσαγορεύουσιν. [6] ὁ δὲ ἀποκτείνας τὸν Λύσανδρον Ἁλιάρτιος ἀνὴρ ὄνομα Νεόχωρος ἐπίσημον εἶχε τῆς ἀσπίδος δράκοντα: καὶ τοῦτο σημαίνειν ὁ χρησμὸς εἰκάζετο. λέγεται δὲ καὶ Θηβαίοις ὑπὸ τὸν Πελοποννησιακὸν πόλεμον ἐν Ἰσμηνίῳ γενέσθαι χρησμὸν ἅμα τήν τε πρὸς Δηλίῳ μάχην καὶ τὴν πρὸς Ἁλιάρτῳ ταύτην ἐκείνης ὕστερον ἔτει τριακοστῷ γενομένην προμηνύοντα. [7] ἦν δὲ τοιοῦτος:
γῆς τε δράκονθ᾽ υἱὸν δόλιον κατόπισθεν ἰόντα.
ἐσχατιὰν πεφύλαξο λύκους καμάκεσσι δοκεύωντὸν μὲν οὖν περὶ Δήλιον τόπον ἐσχατιὰν προσεῖπε, καθ᾽ ὃν ἡ Βοιωτία τῇ Ἀττικῇ σύνορός ἐστιν, Ὀρχαλίδην δὲ λόφον, ὃν νῦν Ἀλώπεκον καλοῦσιν, ἐν τοῖς πρὸς τὸν Ἑλικῶνα μέρεσι τοῦ Ἁλιάρτου κείμενον.
καὶ λόφον Ὀρχαλίδην, ὃν ἀλώπηξ οὔποτε λείπει.