previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




χϝΙΙ ... Ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς, κατ᾽ ἀρχὰς συνεχής, καυσώδης: δίψος: ἀρχόμενος κωματώδης καὶ πάλιν ἄγρυπνος: κοιλίη ταραχώδης ἐν ἀρχῇσιν, οὖρα λεπτά. ἕκτῃ οὔρησεν ἐλαιῶδες, παρέκρουσεν. ἑβδόμῃ παρωξύνθη πάντα, οὐδὲν [p. 258] ἐκοιμήθη, ἀλλὰ οὖρά τε ὅμοια καὶ τὰ τῆς γνώμης ταραχώδεα: ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ διῆλθεν. ὀγδόῃ σμικρὸν ἀπὸ ῥινῶν [10] ἔσταξεν, ἤμεσεν ἰώδεα ὀλίγα, σμικρὰ ἐκοιμήθη. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ πάντα συνέδωκεν. ἑνδεκάτῃ ἵδρωσε δι᾽ ὅλου: περιέψυξε, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. τεσσαρεσκαιδεκάτῃ πυρετὸς ὀξύς, διαχωρήματα χολώδεα, λεπτά, πολλά, οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως: οὔτε γὰρ ὕπνοι, τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ ἵδρωσε δι᾽ ὅλου: ἄπυρος, διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης: εἰκοστῇ τετάρτῃ ὑπέστρεψε. τριηκοστῇ τετάρτῃ [20] ἄπυρος, κοιλίη οὐ συνίστατο, καὶ πάλιν ἀνεθερμάνθη. τεσσαρακοστῇ ἄπυρος, κοιλίη συνέστη χρόνον οὐ πολύν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε καὶ διὰ παντὸς πεπλανημένως: ἄπυρος τὰ μέν, τὰ δ᾽ οὔ: εἰ γάρ τι διαλίποι καὶ διακουφίσαι, ταχὺ πάλιν ὑπέστρεφε. σιταρίοισί τε ὀλίγοισι καὶ φαύλοισι προσεχρῆτο. ὕπνοι κακοί, περὶ τὰς ὑποστροφὰς παρέκρουσεν. οὖρα πάχος μὲν ἔχοντα οὔρει τηνικαῦτα, ταραχώδεα δὲ καὶ πονηρά. καὶ τὰ κατὰ κοιλίην συνιστάμενα καὶ [30] πάλιν διαλυόμενα. πυρέτια συνεχέα. διαχωρήματα λεπτά, πολλά. ἐν εἴκοσι καὶ ἑκατὸν ἔθανε. τούτῳ κοιλίη συνεχέως ἀπὸ τῆς πρώτης ὑγρὴ χολώδεσιν, ὑγροῖσι πολλοῖσιν ἦν συν[p. 260] ισταμένη ζέουσι καὶ ἀπέπτοισιν: οὖρα διὰ τέλεος κακά: κωματώδης τὰ πλεῖστα, μετὰ πόνων ἄγρυπνος, ἀπόσιτος συνεχέως.


β᾽. ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦσαν καθάρσιος οὐ γενομένης πυρετὸς ὀξὺς φρικώδης τρι [40] ταίην ἔλαβεν. ἐκ χρόνου δὲ πολλοῦ πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινής, ἀπόσιτος. μετὰ δὲ τὸ γενόμενον ῥῖγος συνεχέες, ὀξέες, φρικώδεες οἱ πυρετοί. ὀγδόῃ πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας καὶ ταχὺ πάλιν κατενόει: κοιλίη ταραχώδης πολλοῖσι λεπτοῖσιν, ὑδατοχόλοις: ἄδιψος. ἑνδεκάτῃ κατενόει, κωματώδης δ᾽ ἦν: οὖρα πολλὰ λεπτὰ καὶ μέλανα, ἄγρυπνος. εἰκοστῇ σμικρὰ περιέψυξε καὶ ταχὺ πάλιν ἀνεθερμάνθη, σμικρὰ παρέλεγεν, ἄγρυπνος: [50] τὰ κατὰ κοιλίην ἐπὶ τῶν αὐτῶν: οὖρα ὑδατώδεα πολλά. εἰκοστῇ ἑβδόμῃ ἄπυρος, κοιλίη συνέστη, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολύν: πυρετοὶ πάλιν παρείποντο: οὖρα ὑδατώδεα. τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον ἐπεκούφισε, βῆχες δὲ συνεχέες ὑγραὶ πολλαί, κοιλίη συνέστη, ἀπόσιτος: οὖρα ἐπὶ τῶν αὐτῶν. οἱ δὲ πυρετοὶ τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, πεπλανημένως δὲ [p. 262] παροξυνόμενοι, τὰ μέν, τὰ δ᾽ οὔ. ἑξηκοστῇ αἱ [60] μὲν βῆχες ἀσήμως ἐξέλιπον: οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγένετο οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις: σιηγὼν δὲ ἐκ τῶν ἐπὶ δεξιὰ κατεσπάσθη: κωματώδης: παρέλεγε καὶ ταχὺ πάλιν κατενόει: πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν: σιηγὼν μὲν ἐπανῆκε, κοιλίη δὲ χολώδεα σμικρὰ διέδωκεν, ἐπύρεξεν ὀξυτέρως, φρικώδης: καὶ τὰς ἐχομένας ἄφωνος καὶ πάλιν διελέγετο. ὀγδοηκοστῇ ἀπέθανε. ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα. κῶμα [70] παρείπετο, ἀπόσιτος, ἄθυμος, ἄγρυπνος, ὀργαί, δυσφορίαι, τὰ περὶ τὴν γνώμην μελαγχολικά.


γ᾽. ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα καὶ πυρετὸς ὀξὺς ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, χολώδης, οὐχ ὕπνωσεν, οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ πολὺν χρόνον, [80] ἀνεθερμάνθη, δίψα, νύκτα δι᾽ ἡσυχίης, ἵδρωσε περὶ κεφαλὴν σμικρά. τρίτῃ ἡμέρην δι᾽ ἡσυχίης, ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη σμικρά, ἄση, ταραχή, νυκτὸς ἐπιπόνως, οὐδὲν ὕπνωσεν, ἀπὸ δὲ κοιλίης σμικρὰ συνεστηκότα κόπρανα διῆλθε. τετάρτῃ πρωὶ δι᾽ ἡσυχίης, περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη, ψύξις, [p. 264] ἄναυδος, ἄφωνος, ἐπὶ τὸ χεῖρον, ἀνεθερμάνθη μετὰ χρόνον, οὔρησε μέλανα ἐναιώρημα ἔχοντα, νύκτα δι᾽ ἡσυχίης, ἐκοιμήθη: πέμπτῃ ἔδοξε [90] κουφίσαι, κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου, διψώδης, νύκτα ἐπιπόνως. ἕκτῃ πρωὶ μὲν δι᾽ ἡσυχίης, δείλης δὲ οἱ πόνοι μέζους, παρωξύνθη, ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθε, νυκτὸς ἐκοιμήθη. ἑβδόμῃ ἡμέρῃ ἀσώδης, ὑπεδυσφόρει, οὔρησεν ἐλαιῶδες, νυκτὸς ταραχὴ πολλή, παρέλεγεν, οὐδὲν ἐκοιμήθη. ὀγδόῃ πρωὶ μὲν ἐκοιμήθη σμικρά, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσεν, ἤδη δὲ πρὸς ἡμέρην [100] σμικρὰ ἐκουφίσθη, διαχωρήματα ἄκρητα, σμικρὰ, χολώδεα. ἐνάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο: οὐ λίην διψώδης: περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγε, νύκτα κακήν. δεκάτῃ πρωὶ ἄφωνος, πολλὴ ψύξις, πυρετὸς ὀξύς, πολὺς ἱδρώς, ἔθανεν. ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ.


δ᾽. φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς ἤμεσεν ἰώδεα πολλά, λεπτά, πυρετὸς φρικώδης πολύς, ἱδρὼς συνεχὴς δι᾽ ὅλου, κεφαλῆς καὶ τραχήλου βάρος μετ᾽ ὀδύνης, οὖρα λεπτά, ἐναιωρήματα [110] σμικρά, διεσπασμένα, οὐχ ἵδρυτο. ἀπὸ δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα πολλὰ, παρέκρουσεν, [p. 266] οὐδὲν ὕπνωσε. δευτέρῃ πρωὶ ἄφωνος, πυρετὸς ὀξύς, ἵδρωσεν, οὐ διέλιπε, παλμοὶ δι᾽ ὅλου τοῦ σώματος, νυκτὸς σπασμοί. τρίτῃ πάντα παρωξύνθη. τετάρτῃ ἔθανεν.


ε᾽. ἐν Λαρίσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνησεν ἐξαίφνης: τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει. τῇ πρώτῃ πυρετὸς ὀξύς, καυσώδης, ἀτρεμέως εἶχεν, οἱ δὲ πόνοι παρείποντο. δευτέρῃ τοῦ μηροῦ [120] μὲν ὑφίεσαν οἱ πόνοι, δὲ πυρετὸς ἐπέτεινεν, ὑπεδυσφόρει, οὐκ ἐκοιμᾶτο, ἄκρεα ψυχρά, οὔρων πλῆθος διῄει οὐ χρηστῶν. τρίτῃ τοῦ μηροῦ μὲν πόνος ἐπαύσατο, παρακοπὴ δὲ τῆς γνώμης καὶ ταραχὴ καὶ πολὺς βληστρισμός. τετάρτῃ περὶ μέσον ἡμέρης ἔθανεν.


σ᾽. ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξύς, συνεχὴς μετὰ πονου, πολλὴ δίψα, ἄση, ποτὸν κατέχειν οὐκ ἠδύνατο: ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. τῇ πρώτῃ ᾑμορράγησεν ἐξ [130] ἀριστεροῦ: πολὺς μέντοι πυρετὸς ἐπέτεινεν: οὔρησε πολὺ θολερόν, λευκόν: κείμενον οὐ καθίστατο. δευτέρῃ πάντα παρωξύνθη: τὰ μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον: καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν, ἐκοιμήθη. τρίτῃ πυρετὸς ἐμαλάχθη, οὔρων πλῆθος, πέπονα, πολλὴν ὑπόστασιν ἔχοντα, νύκτα δι᾽ ἡσυχίης. τετάρτῃ [p. 268] περὶ μέσον ἡμέρης ἵδρωσε πολλῷ θερμῷ δι᾽ ὅλου, ἄπυρος, ἐκρίθη, οὐχ ὑπέστρεψεν.


ζ᾽. ἐν Ἀβδήροισι τὴν παρθένον, κατέκειτο [140] ἐπὶ τῆς ἱρῆς ὁδοῦ, πυρετὸς καυσώδης ἔλαβεν: ἦν δὲ διψώδης καὶ ἄγρυπνος. κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ ἄση πολλή, ἔρευθος, φρικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ τῶν αὐτῶν, οὖρα λεπτὰ μέν, εὔχρω δέ, τὰ περὶ τὴν κοιλίην οὐκ ἠνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξύς, ἄγρυπνος, ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ διὰ τῶν αὐτῶν: καὶ τὰς ἑπομένας οὕτως: κώφωσις παρέμενε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα, πυρετὸς συνέδωκεν. [150] ἑπτακαιδεκάτῃ διὰ ῥινῶν ἐρρύη πολύ, κώφωσις σμικρὰ συνέδωκε. καὶ τὰς ἑπομένας ἄση, κωφότης: ἐνῆν καὶ παράληρος. εἰκοστῇ ποδῶν ὀδύνη: κωφότης, παράληρος ἀπέλιπεν, ᾑμορράγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ τετάρτῃ πυρετὸς ὑπέστρεψε, κώφωσις πάλιν, ποδῶν ὀδύνη παρέμεινεν, παρακοπή. εἰκοστῇ ἑβδόμῃ ἵδρωσε πολλῷ, ἄπυρος, κώφωσις ἐξέλιπεν, τῶν ποδῶν ὑπέμενεν ὀδύνη, τὰ δ᾽ ἄλλα τελέως ἐκρίθη.


[160] η᾽. ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηϊκίας πύλας, πυρετὸς ὀξὺς ἔλαβε: [p. 270] πλευροῦ δεξιοῦ ὀδύνη συνεχής, ἔβησσε ξηρά, οὐδ᾽ ἔπτυε τὰς πρώτας: διψώδης, ἄγρυπνος, οὖρα δὲ εὔχρω πολλὰ λεπτά. ἕκτῃ παράληρος: πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. ἑβδόμῃ ἐπιπόνως: γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ συνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔταμον: ἐρρύη πολλὸν οἷον δεῖ: συνέδωκαν μὲν οἱ πόνοι, αἱ μέντοι βῆχες αἱ [170] ξηραὶ παρείποντο. ἑνδεκάτῃ συνέδωκαν οἱ πυρετοί, σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν, αἵ τε βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ πέπονα πτύειν: ἐκουφίσθη. εἰκοστῇ ἵδρωσεν, ἄπυρος, μετὰ δὲ κρίσιν διψώδης τε ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ ἑβδόμῃ πυρετὸς ὑπέστρεψεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλά, οὔροισιν ὑπόστασις πολλὴ λευκή, ἄδιψος ἐγένετο, εὔπνοος. τριηκοστῇ τετάρτῃ ἵδρωσε δι᾽ ὅλου, ἄπυρος, [180] ἐκρίθη πάντα.


θ᾽. ἐν Ἀβδήροισιν Ἡρόπυθος κεφαλὴν ὀρθοστάδην ἐπιπόνως εἶχεν, οὐ πολλῷ δὲ χρόνῳ [p. 272] ὕστερον κατεκλίθη. ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς. πυρετὸς ἔλαβε καυσώδης, ὀξύς: ἔμετοι τὸ κατ᾽ ἀρχὰς πολλῶν χολωδέων, διψώδης, πολλὴ δυσφορίη, οὖρα λεπτὰ μέλανα, ἐναιώρημα μετέωρον ὁτὲ μέν, ὁτὲ δ᾽ οὔ: νύκτα ἐπιπόνως, πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. περὶ δὲ τεσσαρεσκαιδεκάτην κώφωσις, [190] οἱ πυρετοὶ ἐπέτεινον, οὖρα διὰ τῶν αὐτῶν. εἰκοστῇ πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. τεσσαρακοστῇ διὰ ῥινῶν ᾑμορράγησε πολὺ καὶ κατενόει μᾶλλον: κώφωσις ἐνῆν μέν, ἧσσον δέ: οἱ πυρετοὶ συνέδωκαν. ᾑμορράγει τὰς ἑπομένας πυκνὰ κατ᾽ ὀλίγον. περὶ δὲ ἑξηκοστὴν αἱ μὲν αἱμορραγίαι ἀπεπαύσαντο, ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ καὶ οἱ πυρετοὶ ἐπέτεινον. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον πόνοι τῶν κάτω πάντων: συνέπιπτε δὲ τοὺς πυρετοὺς εἶναι μέζους καὶ τὴν [200] κώφωσιν πολλὴν ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μέζους εἶναι τοὺς πόνους. ἤδη δὲ περὶ ὀγδοηκοστὴν συνέδωκε μὲν πάντα, ἐξέλιπε δὲ οὐδέν: οὖρά τε γὰρ εὔχρω καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε μείους ἦσαν. περὶ δὲ ἑκατοστὴν κοιλίη πολλοῖσι χολώδεσιν ἐπεταράχθη, καὶ ᾔει χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα, καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου, τῶν δὲ ἄλλων ῥᾳστώνη. τὸ δὲ σύνολον οἵ τε πυρετοὶ ἐξέλιπον καὶ κώφωσις [210] ἐπαύσατο. ἐν ἑκατοστῇ εἰκοστῇ τελέως ἐκρίθη.

[p. 274]


ι᾽. ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πῦρ ἔλαβεν. ἀρχόμενος δὲ ἦν ἀσώδης καὶ καρδιαλγικός, διψώδης, γλῶσσα ἐπεκαύθη, οὖρα λεπτὰ μέλανα. δευτέρῃ πυρετὸς παρωξύνθη, φρικώδης, ἀσώδης, οὐδὲν ἐκοιμήθη, ἤμεσε χολώδεα ξανθά, οὖρα ὅμοια, νύκτα δι᾽ ἡσυχίης, ὕπνωσε. τρίτῃ ὑφῆκε πάντα, ῥᾳστώνη: περὶ δὲ ἡλίου δυσμὰς πάλιν ὑπεδυσφόρει, νύκτα [220] ἐπιπόνως. τετάρτῃ ῥῖγος, πυρετὸς πολύς, πόνοι πάντων, οὖρα λεπτά, ἐναιώρημα: νύκτα πάλιν δι᾽ ἡσυχίης. πέμπτῃ ἐνῆν μὲν πάντα, ῥᾳστώνη δὲ ἦν. ἕκτῃ τῶν αὐτῶν πόνοι πάντων, οὔροισιν ἐναιώρημα, παρέκρουσε πολλά. ἑβδόμῃ ῥᾳστώνη. ὀγδόῃ τὰ ἄλλα συνέδωκε πάντα. δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες: οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τούτῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. εἰκοστῇ οὔρησε λευκόν, πάχος εἶχε, κείμενον οὐ καθίστατο: [230] ἵδρωσε πολλῷ, ἔδοξεν ἄπυρος γενέσθαι, δείλης δὲ πάλιν ἐθερμάνθη, καὶ τῶν αὐτῶν πόνοι, φρίκη, δίψα, σμικρὰ παρέκρουσεν. εἰκοστῇ τετάρτῃ οὔρησε πολὺ λευκόν, πολλὴν ὑπόστασιν ἔχον. ἵδρωσε πολλῷ θερμῷ δι᾽ ὅλου, ἄπυρος ἐκρίθη.

[p. 276]


ια᾽. ἐν Θάσῳ γυνὴ δυσάνιος ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην ἐγένετο ἄγρυπνός τε καὶ ἀπόσιτος καὶ διψώδης ἦν καὶ ἀσώδης. ᾤκει δὲ πλησίον τῶν Πυλάδου ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι πολλοί, δυσθυμίη, [240] πυρέτιον λεπτόν. πρωὶ σπασμοὶ πολλοί: ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοί, παρέλεγεν, ᾐσχρομύθει: πολλοὶ πόνοι, μεγάλοι, συνεχέες. δευτέρῃ διὰ τῶν αὐτῶν, οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος. τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ καὶ πάλιν ἔγερσις: ἀνήϊσσε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλά, πυρετὸς ὀξύς, ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ δι᾽ ὅλου: ἄπυρος, ὕπνωσε, πάντα κατενόει, ἐκρίθη. περὶ δὲ τρίτην ἡμέρην οὖρα μέλανα [250] λεπτά, ἐναιώρημα δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἱδρύετο, περὶ δὲ κρίσιν γυναικεῖα πολλὰ κατέβη.


ιβ᾽. ἐν Λαρίσῃ παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξύς: ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρή: οὖρα εὔχρω μέν, λεπτὰ δέ. δευτέρῃ ἐπιπόνως, οὐχ ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχλοα, καὶ τὰς ἑπομένας ᾔει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε λεπτὸν [p. 278] ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἱδρύετο, [260] παρέκρουσεν ἐς νύκτα. ἕκτῃ διὰ ῥινῶν λάβρον ἐρρύη πολύ: φρίξασα ἵδρωσε πολλῷ θερμῷ δι᾽ ὅλου: ἄπυρος: ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη πρῶτον τότε: παρθένος γὰρ ἦν. ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων ὀδύνη: καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ᾽ ἐκρίθη. οἱ πόνοι ἐν ἀρτίῃσιν.


ιγ᾽. Ἀπολλώνιος ἐν Ἀβδήροισιν ὀρθοστάδην ὑπεφέρετο χρόνον πολύν. ἦν δὲ μεγαλόσπλαγ [270] χνος, καὶ περὶ ἧπαρ συνήθης ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου. φαγὼν δὲ καὶ πιὼν ἀκαιρότερον βόειον ἐθερμάνθη σμικρὰ τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι πολλοῖσιν, αἰγείοισι καὶ μηλείοισι, καὶ διαίτῃ κακῇ πάντων, βλάβαι μεγάλαι: οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προσενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει: ὕπνοι οὐκ [280] ἐνῆσαν: ἐμφύσημα κακόν, πολὺ δίψος, κωματώδης, ὑποχονδρίου δεξιοῦ ἔπαρμα σὺν ὀδύνῃ, ἄκρεα πάντοθεν ὑπόψυχρα, σμικρὰ παρέλεγε, λήθη πάντων τι λέγοι, παρεφέρετο. περὶ δὲ τεσσα[p. 280] ρεσκαιδεκάτην, ἀφ᾽ ἧς κατεκλίθη, ῥιγώσας ἐπεθερμάνθη: ἐξεμάνη: βοή, ταραχή, λόγοι πολλοί, καὶ πάλιν ἵδρυσις, καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης πολλοῖσι χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν: οὖρα μέλανα, σμικρά, λεπτά: πολλὴ δυσφορίη: τὰ [290] τῶν διαχωρημάτων ποικίλως: γὰρ μέλανα καὶ σμικρὰ καὶ ἰώδεα λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδεα: κατὰ δὲ χρόνους ἐδόκει καὶ γαλακτώδεα διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης: τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν: ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη: πάλιν δὲ ταχὺ παρενόει, ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον. περὶ δὲ τριηκοστὴν πυρετὸς ὀξύς, διαχωρήματα πολλὰ λεπτά, παράληρος, ἄκρεα ψυχρά, ἄφωνος. τριηκοστῇ τετάρτῃ ἔθανε. τούτῳ διὰ τέλεος, [300] ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρά, παράληρος διὰ τέλεος.


ιδ᾽. ἐν Κυζίκῳ γυναικὶ θυγατέρας τεκούσῃ διδύμας καὶ δυστοκησάσῃ καὶ οὐ πάνυ καθαρθείσῃ τῇ πρώτῃ πυρετὸς φρικώδης ὀξύς, κεφαλῆς καὶ τραχήλου βάρος μετ᾽ ὀδύνης: ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη: οὖρα λεπτὰ καὶ ἄχρω: διψώδης, ἀσώδης τὸ πολύ, κοιλίη πεπλανημένως ταραχώδης καὶ πάλιν [310] συνισταμένη. ἕκτῃ ἐς νύκτα πολλὰ παρέλεγε, [p. 282] οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη καὶ πάλιν κατενόει: οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα ἐλαιώδεα: κοιλίη πολλοῖσι, λεπτοῖσι, ταραχώδεσι. τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοί, ἄκρεα ψυχρά, οὐδὲν ἔτι κατενόει, οὖρα ἐπέστη. ἑξκαιδεκάτῃ ἄφωνος: ἑπτακαιδεκάτῃ ἀπέθανε.


ιε᾽. ἐν Θάσῳ Δελεάρκεος γυναῖκα, κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης, ὀξὺς ἐκ [320] λύπης ἔλαβεν. ἐξ ἀρχῆς δὲ περιεστέλλετο καὶ διὰ τέλεος αἰεὶ σιγῶσα ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ ἐκοιμᾶτο: ἀπὸ κοιλίης ἐρεθισμῷ οὐδὲν διῄει: σμικρὰ ὑπομιμνῃσκόντων ἔπινεν: οὖρα λεπτὰ σμικρά: πυρετοὶ πρὸς χεῖρα λεπτοί: ἀκρέων ψύξις. ἐνάτῃ πολλὰ παρέλεγε καὶ πάλιν ἱδρύνθη: σιγῶσα. τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιόν, μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. ἑπτακαιδεκάτῃ ἀπὸ κοιλίης ἐρεθισμῷ ταραχώδεα, ἔπειτα [330] δὲ αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲν συνίστατο: ἀναισθήτως εἶχε πάντων: δέρματος περίτασις καρφαλέου. εἰκοστῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθη: ἄφωνος, βραχύπνοος. εἰκοστῇ πρώτῃ ἀπέθανε. ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιόν, μέγα: ἀναι-

[p. 284] σθήτως πάντων εἶχεν: αἰεὶ περιεστέλλετο: λόγοι πολλοὶ σιγῶσα διὰ τέλεος.


ισ᾽. ἐν Μελιβοίῃ νεηνίσκος ἐκ πότων καὶ ἀφροδισίων πολλῶν πολὺν χρόνον θερμανθεὶς κατεκλίθη: φρικώδης δὲ καὶ ἀσώδης ἦν καὶ [340] ἄγρυπνος καὶ ἄδιψος. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ κόπρανα διῆλθε σὺν περιρρόῳ πολλῷ, καὶ τὰς ἑπομένας ὑδατόχλοα πολλὰ διῄει: οὖρα λεπτά, ὀλίγα, ἄχρω: πνεῦμα ἀραιόν, μέγα διὰ χρόνου: ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων: καρδίης παλμὸς διὰ τέλεος συνεχής: οὔρησεν ἐλαιῶδες. δεκάτῃ παρέκρουσεν ἀτρεμέως, ἦν δὲ κόσμιός τε καὶ σιγῶν: δέρμα καρφαλέον καὶ περιτεταμένον: διαχωρήματα πολλὰ καὶ λεπτὰ χολώδεα, λιπαρά. τεσσαρες[p. 286] [350] καιδεκάτῃ πάντα παρωξύνθη, παρέκρουσεν, πολλὰ παρέλεγεν. εἰκοστῇ ἐξεμάνη, πολὺς βληστρισμός, οὐδὲν οὔρει, σμικρὰ ποτὰ κατείχετο. [353] εἰκοστῇ τετάρτῃ ἀπέθανε.

[p. 298]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: