This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χΙ. ὅσα διὰ κινδύνων, πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπεῖσθαι. πεπασμοὶ ταχυτῆτα κρίσιος καὶ ἀσφάλειαν ὑγιείης σημαί[p. 164] νουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅ τι δὲ τούτων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων. λέγειν τὰ προγενόμενα, γινώσκειν τὰ [10] παρεόντα, προλέγειν τὰ ἐσόμενα: μελετᾶν ταῦτα. ἀσκεῖν περὶ τὰ νοσήματα δύο, ὠφελεῖν ἢ μὴ βλάπτειν. ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα καὶ ὁ νοσέων καὶ ὁ ἰητρός: ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης: ὑπεναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα [15] μετὰ τοῦ ἰητροῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.