previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




ϝΙΙ. οἱ δὲ δὴ συνεχέες μὲν τὸ ὅλον καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα [p. 158] τρόπον, μίαν ὑποκουφίζοντες καὶ μίαν παροξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων μεγίστων γενόμενοι: πρηέως ἀρχόμενοι, τὸ δ᾽ ὅλον ἐπιδιδόντες αἰεὶ καὶ παροξυνόμενοι καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον: σμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσιος βιαιοτέρως παροξυνόμενοι, ἐν κρισί [10] μοις ὡς ἐπὶ τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶσι μὲν ἀτάκτως καὶ πεπλανημένως ἐγίνετο, ἐλάχιστα δὲ καὶ ἥκιστα τούτοισιν, ἀλλ᾽ ἐπὶ τῶν ἄλλων πυρετῶν μέζω. ἱδρῶτες πολλοί, τούτοισι δὲ ἐλάχιστοι, κουφίζοντες οὐδέν, ἀλλ᾽ ὑπεναντίον βλάβας φερόντες. ψύξις δὲ πολλὴ τούτοισιν ἀκρέων καὶ μόγις ἀναθερμαινόμενα. ἄγρυπνοι τὸ σύνολον καὶ μάλιστα οὗτοι καὶ πάλιν κωματώδεες. κοιλίαι δὲ πᾶσι μὲν ταραχώδεες καὶ κακαί, πολὺ δὲ τούτοισι κάκισται. οὖρα δὲ τοῖσι πλείστοισι [20] τούτων λεπτὰ καὶ ὠμὰ καὶ ἄχρω καὶ μετὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲν καθιστάμενα, οὐδ᾽ ὑφιστάμενα, σμικρὰ καὶ κακὰ καὶ ὠμὰ τὰ ὑφιστάμενα: κάκιστα δὲ ταῦτα πάντων. βῆχες δὲ παρείποντο μὲν τοῖς πυρετοῖσι, γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ᾽ ὠφελείην γενομένην διὰ βηχὸς [27] τότε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: