previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




ΙΙ. ἔτος νότιον ἔπομβρον: ἄπνοια διὰ τέλεος: αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα. χειμὼν νότιος, ὑγρός, μαλθακὸς μετὰ ἡλίου τροπάς: ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες, καὶ ἤδη περὶ ἰσημερίην βόρεια, χιονώδεα, οὐ πολὺν χρόνον. ἦρ πάλιν νότιον, ἄπνοον: ὕδατα πολλὰ διὰ τέλεος μέχρι κυνός. [10] θέρος αἴθριον, θερμόν, πνίγεα μεγάλα: ἐτησίαι [p. 240] σμικρὰ διεσπασμένως ἔπνευσαν: πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά.

γενομένου δὲ τοῦ ἔτεος νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ κατὰ μὲν χειμῶνα διῆγον ὑγιηρῶς πλὴν [15] τῶν φθινωδέων, περὶ ὧν γεγράψεται.


ΙΙΙ. πρωὶ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν ἐρυσιπέλατα πολλά, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ᾽ οὔ, κακοήθεα: πολλοὺς ἔκτεινε, πολλοὶ φάρυγγας ἐπόνησαν: φωναὶ κακούμεναι, καῦσοι, φρενιτικοί, στόματα ἀφθώδεα, αἰδοίοισι φύματα, ὀφθαλμίαι, ἄνθρακες, κοιλίαι ταραχώδεες, ἀπόσιτοι, διψώδεες οἱ μέν, οἱ δ᾽ οὔ, οὖρα ταραχώδεα, πολλά, κακά, κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι, ἀκρισίαι πολλαί, δύσκριτα, [10] ὕδρωπες, φθινώδεες πολλοί. τὰ μὲν ἐπιδημήσαντα νοσήματα ταῦτα. ἑκάστου δὲ τῶν ὑπογεγραμμένων εἰδέων ἦσαν οἱ κάμνοντες καὶ ἔθνῃσκον [13] πολλοί. συνέπιπτε δ᾽ ἐφ᾽ ἑκάστοισι τούτων ὧδε.


ιϝ. πολλοῖσι μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος ἐπὶ τοῖσι τυχοῦσι καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοις ἐφ᾽ ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖσι περὶ ἑξήκοντα ἔτεα καὶ περὶ κεφαλήν, εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν θεραπείῃ ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο, καὶ τὸ ἐρυσίπελας πολὺ ταχὺ πάντοθεν ἐπενέμετο. τοῖσι μὲν οὖν πλείστοισιν αὐτῶν ἀποστάσιες ἐς ἐμπυήματα συνέπιπτον: σαρκῶν καὶ νεύρων καὶ [p. 242] [10] ὀστέων ἐκπτώσιες μεγάλαι. ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον. οἷσι μὲν οὖν περὶ κεφαλὴν τούτων τι συμπίπτοι γίνεσθαι, μάδησίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώσιες καὶ πολλὰ ῥεύματα. ἐν πυρετοῖσί τε ταῦτα καὶ ἄνευ πυρετῶν. ἦν δὲ ταῦτα φοβερώτερα κακίω. οἷσι γὰρ ἐς ἐμπύημα τινα τοιοῦτον ἀφίκοιτο πεπασμόν, οἱ πλεῖστοι τούτων ἐσῴζοντο. οἷσι [20] δ᾽ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δὲ ἀπόστασιν μηδεμίαν ποιήσαιτο, τούτων ἀπώλλυντο πολλοί. ὁμοίως δὲ καὶ εἴ πῃ ἄλλῃ τοῦ σώματος πλανηθείη, συνέπιπτε ταῦτα. πολλοῖσι μὲν γὰρ βραχίων καὶ πῆχυς ὅλος περιερρύη. οἷσι δ᾽ ἐπὶ τὰ πλευρά, ταῦτα ἐκακοῦτο τῶν ἔμπροσθέν τι τῶν ὄπισθεν. οἷσι δ᾽ ὅλος μηρὸς τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἦν δὲ πάντων χαλεπώτατα τῶν τοιούτων, ὅτε περὶ ἥβην καὶ αἰδοῖα γενοίατο. τὰ [30] μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα. πολλοῖσι δὲ ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετοῖσι συνέπιπτεν. ἦν δὲ καὶ τούτων, ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐκπυῆσαι κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι, οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δὲ ἀφανιζομένων, θανατώδεα γίνεσθαι. πολὺ μὲν οὖν πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος. παρείπετο δὲ καὶ διὰ τοῦ θέρεος καὶ [40] ὑπὸ φθινόπωρον.

[p. 244]


πολλὴ δὲ ταραχή τισι καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρ᾽ ὀδόντας ἀποστήματα. φωναί τε πολλοῖσιν ἐπεσήμαινον κακούμεναι καὶ κατίλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ [6] καὶ τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν.


ϝΙ. ἤρξαντο μὲν οὖν οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρωὶ τοῦ ἦρος μετὰ τὰ γενόμενα ψύχεα, καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν: ὀξέα δὲ τούτοισι καὶ θανατώδεα συνέπιπτεν. ἦν δὲ κατάστασις τῶν γενομένων καύσων ὧδε: ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς ὀξύς, οὐ διψώδεες λίην, οὐ παράληροι, ἀπὸ ῥινῶν ἔσταξε σμικρόν. οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν ἐν ἀρτίῃσι, περὶ δὲ τοὺς παροξυσμοὺς [10] λήθη καὶ ἄφεσις καὶ ἀφωνίη. ἄκρεά τε τούτοισιν αἰεὶ μὲν ψυχρότερα ποδῶν καὶ χειρῶν, πολὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα: πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο καὶ πάλιν κατενόεον καὶ διελέγοντο. κατεῖχε δὲ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδες, μετὰ πόνων ἄγρυπνοι. κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, πολλοῖσιν: οὖρά τε πολλὰ λεπτὰ κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα: οὐδὲ ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως [20] ἔχουσιν ἐφαίνετο: οὔτε γὰρ ᾑμορράγει καλῶς [p. 246] οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος. ἔθνῃσκόν τε ἕκαστος ὡς τύχοι, πεπλανημένως τὰ πολλά, περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες ἄφωνοι, ἱδρῶντες πολλοί. τοῖσι μὲν ὀλεθρίως ἔχουσι συνέπιπτε ταῦτα: παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν. ἄδιψοι δὲ πάνυ οὗτοι ἦσαν, οὐδ᾽ ἐξεμάνη τῶν φρενιτικῶν οὐδείς, ὥσπερ ἐπ᾽ ἄλλοισιν, ἀλλ᾽ ἄλλῃ τινὶ καταφορῇ νωθρῇ [29] καρηβαρέες ἀπώλλυντο.


ϝΙΙ. ἦσαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψεται. στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα. ῥεύματα περὶ αἰδοῖα πολλά, ἑλκώματα, φύματα ἔξωθεν, ἔσωθεν: τὰ περὶ βουβῶνας. ὀφθαλμίαι ὑγραί, μακροχρόνιοι μετὰ πόνων. ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντα τὰς ὄψιας, σῦκα ἐπονομάζουσιν. ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοισιν. ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, σὴψ καλεῖται. [10] ἐκθύματα μεγάλα. ἕρπητες πολλοῖσι μεγάλοι.


ϝΙΙΙ. τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ συνέβαινε. πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι, καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων. λειεντερικοὶ πολλοί. δυσεντεριώδεες, οὐδ᾽ οὗτοι λίην ἐπιπόνως. τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα: πολλοῖσι [p. 248] μὲν αὐτὸ τὸ νόσημα ἐς τοῦτο κατέσκηψεν ἄνευ τε πυρετῶν καὶ ἐν πυρετοῖσι. μετὰ πόνων στρόφοι [10] καὶ ἀνειλήσιες κακοήθεες. διέξοδοί τε τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων. τὰ δὲ διεξιόντα πόνους οὐ λύοντα τοῖσι τε προσφερομένοισι δυσκόλως ὑπακούοντα: καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, ἔστι δ᾽ οἷσι καὶ μακρότερα διῆγεν. ὡς δ᾽ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ οἱ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνῃσκον [19] μάλιστα. πάντας γὰρ κοιλίη συναπήνεγκεν.


ιχ. ἀπόσιτοι δ᾽ ἐγένοντο πάντες μὲν καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι καὶ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δὲ οἳ καὶ ὀλεθρίως [p. 250] ἔχοιεν. διψώδεες οἱ μέν, οἱ δ᾽ οὔ: τῶν ἐν πυρετοῖσι καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρως, ἀλλ᾽ [7] ἦν κατὰ ποτὸν διαιτᾶν ὡς ἤθελες.


οὖρα δὲ πολλὰ μὲν τὰ διεξιόντα ἦν, οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα. πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμοὺς οὔτε καθάρσιας χρηστὰς εἶχεν. ἐσήμαινεν δὲ τοῖσι πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ [7] πόνους καὶ ἀκρισίας.


χΙ. κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν, ἀτὰρ καὶ ἐπὶ τοῖς ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισιν, τι μετὰ πυρετοῦ γίνοιτο. διὰ παντὸς δὲ τοῖσι πλείστοισιν βαρὺ κῶμα παρείπετο μικροὺς καὶ [6] λεπτοὺς ὕπνους κοιμᾶσθαι.


χΙΙ. πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, συνεχέων, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων. ἅπαντες δὲ οὗτοι μετὰ πολλῆς ἐγίνοντο ταραχῆς: κοιλίαι τε γὰρ τοῖσι πλείστοισιν ταραχώδεες, φρικώδεες: ἱδρῶτες οὐ κρίσιμοι, καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. μακρὰ δὲ τοῖσι πλείστοισι τούτων: οὐδὲ γὰρ αἱ γινόμεναι τούτοισιν ἀποστάσιες ἔκρινον ὥσπερ ἐπὶ τοῖσιν [10] ἄλλοισι. δύσκριτα μὲν οὖν πᾶσι πάντα ἐγίνετο καὶ ἀκρισίαι καὶ χρόνια, πολὺ δὲ μάλιστα τούτοις. [p. 252] ἔκρινε δὲ τούτων ὀλίγοισι περὶ ὀγδοηκοστήν. τοῖσι δὲ πλείστοισιν ἐξέλειπεν ὡς ἔτυχεν. ἔθνῃσκον δὲ τούτων ὀλίγοι ὑπὸ ὕδρωπος ὀρθοστάδην. πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασιν οἰδήματα παρώχλει, πολὺ δὲ μάλιστα τοῖσι [17] φθινώδεσι.


χΙΙΙ. μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα πολλοὶ μὲν κατεκλίθησαν, οἱ δὲ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο: πρωὶ δὲ τοῦ ἦρος ἔθνῃσκον οἱ πλεῖστοι τῶν κατακλιθέντων: τῶν δὲ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενί, ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνῃσκον. μακρὰ δὲ τούτων οἱ πλεῖστοι [10] διενόσεον. ἤρξατο μὲν οὖν τοῖσι πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι: φρικώδεες πυκνά. πολλάκις πυρετοὶ συνεχέες, ὀξέες: ἱδρῶτες ἄκαιροι πολλοί, ψυχροὶ διὰ τέλεος: πολλὴ ψύξις, καὶ μόγις πάλιν ἀναθερμαινόμενοι: κοιλίαι ποικίλως ἐφιστάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι: καὶ τῶν περὶ πνεύμονα πάντων διάδοσις κάτω: πλῆθος οὔρων οὐ χρηστῶν: συντήξιες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν διὰ [20] τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρά, μετὰ πόνων δὲ οὐ λίην: ἀλλ᾽ εἰ καὶ ἐπόνεον, πάνυ πρηέως πᾶσιν κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο. φάρυγγες οὐ λίην δακνώδεες, οὐδὲ ἁλμυρίδες οὐδὲν ἠνώχλεον: τὰ μέντοι [p. 254] γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς ᾔει. πολὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται: οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ [30] πάνυ διῆγον ἀδίψως: βάρος σώματος: κωματώδεες: τοῖσι πλείστοισιν αὐτῶν οἴδημα, καὶ ἐς ὕδρωπα περιίσταντο: φρικώδεες, παράληροι περὶ [33] θάνατον.


χΙϝ. εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπόν, λευκοφλεγματίαι, πτερυγώδεες: καὶ γυναῖκες οὕτω. τὸ μελαγχολικὸν καὶ ὕφαιμον: οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ νέοισι φλεγματώδεσιν: αἱ μακραὶ διάρροιαι καὶ τὰ δριμέα διαχωρήματα [8] καὶ λιπαρὰ πικροχόλοισιν.


χϝ. ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον, καὶ ἐλάχιστοι ἀπώλλυντο. τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα πάλιν ἔθνῃσκον, οἱ πολλοὶ τεταρταῖοι. δοκεῖ δέ μοι προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νούσους χειμὼν ἐπιγενόμενος λύει, καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησι. [p. 256] καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ [10] εὐσταθὲς ἐγένετο: καὶ γὰρ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον: ἀλλ᾽ ὅμως πρὸς τὴν [12] ἄλλην κατάστασιν μεταλλάξαν ὠφέλησε.


χϝΙ. μέγα δὲ μέρος ἡγεῦμαι τῆς τέχνης εἶναι τὸ δύνασθαι σκοπεῖν καὶ περὶ τῶν γεγραμμένων ὀρθῶς. γὰρ γνοὺς καὶ χρεώμενος τούτοις οὐκ ἄν μοι δοκεῖ μέγα σφάλλεσθαι ἐν τῇ τέχνῃ. δεῖ δὲ καταμανθάνειν τὴν κατάστασιν τῶν ὡρέων ἀκριβῶς ἑκάστην καὶ τὸ νόσημα, ἀγαθὸν τι κοινὸν ἐν τῇ καταστάσει ἐν τῇ νούσῳ, κακὸν τι κοινὸν ἐν τῇ καταστάσει ἐν τῇ νούσῳ, μακρὸν τι νόσημα καὶ θανάσιμον, μακρὸν [10] τι καὶ περιεστικόν, ὀξὺ τι θανάσιμον, ὀξὺ τι περιεστικόν: τάξιν τῶν κρισίμων ἐκ τούτων σκοπεῖσθαι καὶ προλέγειν ἐκ τούτων εὐπορεῖται. εἰδότι περὶ τούτων ἔστιν εἰδέναι οὓς καὶ ὅτε καὶ [14] ὡς δεῖ διαιτᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: