previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




Πυθίωνι, ὃς ᾤκει παρὰ Γῆς ἱρόν, ἤρξατο τρόμος ἀπὸ χειρῶν: τῇ πρώτῃ πυρετὸς ὀξύς: λῆρος. δευτέρῃ πάντα παρωξύνθη. τρίτῃ τὰ αὐτά. τετάρτῃ ἀπὸ κοιλίης ὀλίγα, ἄκρητα, χολώδεα διῆλθε. πέμπτῃ πάντα παρωξύνθη: ὕπνοι λεπτοί: κοιλίη ἔστη. ἕκτῃ πτύαλα ποικίλα, ὑπέρυθρα. ἑβδόμῃ στόμα παρειρύσθη. ὀγδόῃ πάντα παρωξύνθη, τρόμοι παρέμενον: οὖρα δὲ κατ᾽ ἀρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης λεπτά, ἄχρω: [10] ἐναιώρημα εἶχον ἐπινέφελον. δεκάτῃ ἵδρωσε, πτύαλα ὑποπέπονα, ἐκρίθη: οὖρα ὑπόλεπτα περὶ κρίσιν. μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην, καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις.


Ἑρμοκράτην, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος, πῦρ ἔλαβεν. ἤρξατο δὲ ἀλγεῖν κεφαλήν, ὀσφῦν: ὑποχονδρίου ἔντασις λαπαρῶς: γλῶσσα [p. 220] δὲ ἀρχομενῳ ἐπεκαύθη: κώφωσις αὐτίκα: ὕπνοι οὐκ ἐνῆσαν: διψώδης οὐ λίην: οὖρα παχέα, ἐρυθρά, [20] κείμενα οὐ καθίστατο: ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα συγκεκαυμένα διῄει. πέμπτῃ οὔρησε λεπτά, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο, ἐς νύκτα παρέκρουσεν. ἕκτῃ ἰκτεριώδης, πάντα παρωξύνθη, οὐ κατενόει. ἑβδόμῃ δυσφόρως, οὖρα λεπτά, ὅμοια. τὰς ἑπομένας παραπλησίως. περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆναι: κῶμα ἤρξατο, οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά: οὐ καθίστατο: ἡσυχῇ κατενόει. τεσσαρεσκαιδεκάτῃ ἄπυρος, οὐχ ἵδρωσεν, ἐκοιμήθη, κατενόει πάντα, οὖρα παρα [30] πλήσια. περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέστρεψεν, ἐθερμάνθη. τὰς ἑπομένας πυρετὸς ὀξύς, οὖρα λεπτά, παρέκρουσεν. πάλιν δὲ εἰκοστῇ ἐκρίθη, ἄπυρος, οὐχ ἵδρωσεν. ἀπόσιτος παρὰ πάντα τὸν χρόνον, κατενόει πάντα, διαλέγεσθαι οὐκ ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη: κατεκοιμᾶτο σμικρά, κωματώδης. περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ πολλοῖσι λεπτοῖσι. καὶ τὰς ἑπομένας πυρετὸς ὀξύς, γλῶσσα συνεκαύθη. ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε. τούτῳ [40] κώφωσις διὰ τέλεος παρέμενεν, οὖρα παχέα καὶ ἐρυθρά, οὐ καθιστάμενα, λεπτὰ καὶ ἄχρω καὶ ἐναιώρημα ἔχοντα: γεύεσθαι δὲ οὐκ ἠδύνατο.

[p. 222]


κατακείμενος ἐν τῷ Δελεάρκεος κήπῳ κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπώδυνον εἶχε χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίθη. δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη: ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθεν, οὖρα λεπτὰ ποικίλα, ἐναιωρήματα ἔχοντα κατὰ σμικρὰ οἷον κρίμνα, γονοειδέα. τρίτῃ [50] πυρετὸς ὀξύς, διαχωρήματα μέλανα, λεπτά, ἔπαφρα, ὑπόστασις πελιδνὴ διαχωρήμασιν, ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας, οὔροις ὑπόστασις πελιδνή, ὑπόγλισχρος. τετάρτῃ ἤμεσε χολώδεα ξανθὰ ὀλίγα, διαλιπὼν ὀλίγον ἰώδεα, ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη, διαχωρήματα ὅμοια, οὖρα ὅμοια, ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδας, σπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατ᾽ ἴξιν, ὑποχονδρίου δεξιοῦ σύντασις ὑπολάπαρος, νυκτὸς οὐκ ἐκοιμήθη, παρέκρουσε σμικρά. πέμπτῃ δια [60] χωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις μέλαινα διαχωρήμασι, νύκτα οὐχ ὕπνωσε, παρέκρουσεν. ἕκτῃ διαχωρήματα μέλανα, λιπαρά, γλίσχρα, δυσώδεα, ὕπνωσε, κατενόει μᾶλλον. ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτά, οὐκ εὔχρω. ὀγδόῃ διαχωρήματα μέλανα ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίην. ἐνάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε, ψύξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος. [p. 224] [70] δεκάτῃ περὶ τὰ αὐτά. ἑνδεκάτῃ κατενόει πάντα, ἄπυρος, ὑπνωσεν, οὖρα λεπτὰ περὶ κρίσιν. δύο διέλιπεν ἄπυρος, ὑπέστρεψεν τεσσαρες καιδεκάτῃ, αὐτίκα δὲ νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσεν. πεντεκαιδεκάτῃ οὖρον θολερόν, οἶον ἐκ τῶν καθεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξύς, πάντα παρέκρουσεν, οὐκ ἐκοιμήθη, γούνατα καὶ κνήμας ἐπώδυνα εἶχεν: ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ μέλανα κόπρανα διῆλθεν. ἑξκαιδεκάτῃ οὖρα λεπτά, εἶχεν ἐναιώρημα ἐπινέφελον, [80] παρέκρουσεν. ἑπτακαιδεκάτῃ πρωϊ ἄκρεα ψυχρά, περιεστέλλετο, πυρετὸς ὀξύς, ἵδρωσε δι᾽ ὅλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδης, ἤμεσε χολώδεα, ξανθά, ὀλίγα, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ᾽ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά: οὖρα λεπτά, οὐκ εὔχρω. ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης. ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν. εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος, οὐκ ἐδίψη, οὖρα δὲ λεπτά. εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑπο [90] χονδρίου πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ τετάρτῃ οὔροισιν ὑπόστασις, κατενόει πάντα. εἰκοστῇ ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, τὰ δ᾽ ἄλλα ἔσχεν ἐπιεικέστατα, οὔροισιν ὑπόστασις. περὶ δὲ εἰκοστὴν ἐνάτην ὀφθαλμοῦ [p. 226] δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ διεχώρησε φλεγματώδεα, λευκά, ὑπόσυχνα, ἵδρωσε πολλῷ δι᾽ ὅλου, τελέως ἐκρίθη.


ἐν Θάσῳ Φιλιστῆς κεφαλὴν ἐπόνει χρόνον πολὺν καί ποτε καὶ ὑποκαρωθεὶς κατεκλίθη: ἐκ [100] δὲ πότων πυρετῶν συνεχέων γενομένων πόνος παρωξύνθη. νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. τῇ πρώτῃ ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ τὸ πρῶτον, μετὰ δὲ ταῦτα ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε: νύκτα δυσφόρως. δευτέρῃ κώφωσις, πυρετὸς ὀξύς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔρρεπεν ἐς τὰ ἔσω: οὖρα λεπτά, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδές, σμικρόν: ἐξεμάνη περὶ μέσον ἡμέρης. τρίτῃ δυσφόρως. τετάρτῃ σπασμοί, παρωξύνθη. πέμπτῃ πρωὶ ἀπέθανεν.


[110] Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ πότου πῦρ ἔλαβεν. αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο, κοιλίη ταραχώδης λεπτοῖσιν, ὑποχολώδεσι. τρίτῃ πυρετὸς ὀξύς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω: μετ᾽ ὀλίγον δὲ ῥῖγος, σπασμοί, πάντα παρέκρουσε, νύκτα δυσφόρως. τετάρτῃ δι᾽ ἡσυχίης, σμικρὰ ἐκοιμήθη, [p. 228] παρέλεγε. πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη, λῆρος, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, [120] ἵδρωσε δι᾽ ὅλου, ἐκρίθη. τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα: οὖρα λεπτά, οὐκ εὔχρω, ἐναιώρημα ἐπινέφελον ἔχοντα. περὶ ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν ὀλίγην, κατενόει, ἄπυρος: διέλιπεν. ἐνάτῃ ὑπέστρεψε. περὶ δὲ τεσσαρεσκαιδεκάτην πυρετὸς ὀξύς. ἑκκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθά, ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσεν, ἄπυρος ἐκρίθη. οὖρα μετὰ ὑποστροφὴν καὶ κρίσιν [130] εὔχρω, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρά, ὑπεδίψη, οὖρα λεπτά, ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσεν. ἐννεακαιδεκάτῃ ἄπυρος, τράχηλον ἐπωδύνως εἶχεν, οὔροισιν ὑπόστασις. τελέως ἐκρίθη εἰκοστῇ.


τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. ἦν δὲ ἄδιψος διὰ τέλεος: γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει, οὖρα λεπτά, ὀλίγα, οὐκ εὔχρω. ἀρχομένου δὲ τοῦ [140] πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦσα [p. 230] ἄπυρος οὐχ ἵδρωσεν: ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην σμικρὰ ἐξεπύησεν, ἐρράγη ἅμα κρίσει. μετὰ δὲ κρίσιν ἑβδομαίη ἐοῦσα ἐρρίγωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. περὶ δὲ δεκάτην μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει: ἔλεγον δὲ γευσαμένην βότρυος. διαλιποῦσα δὲ δωδεκάτῃ πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπεταράχθη χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισι, λεπτοῖσι, [150] δακνώδεσι, πυκνὰ ἀνίστατο. ἀφ᾽ ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανε ἑβδόμῃ. αὕτη ἀρχομένου τοῦ νοσήματος ἤλγει φάρυγγα, καὶ διὰ τέλεος ἔρευθος εἶχε, γαργαρεὼν ἀνεσπασμένος. ῥεύματα πολλά, σμικρά, δριμέα. ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν: ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον οὐδ᾽ ἐπεθύμησεν οὐδενός. ἄδιψος, οὐδ᾽ ἔπινεν οὐδὲν ἄξιον λόγου. σιγῶσα, οὐδὲν διελέγετο. δυσθυμίη, ἀνελπίστως ἑωυτῆς εἶχεν. ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες.


[160] κυναγχικὴ παρὰ Ἀριστίωνος, πρῶτον ἤρξατο ἀσαφὴς φωνή. γλῶσσα ἐρυθ ρή, ἐπεξηράνθη. τῇ πρώτῃ φρικώδης, ἐπεθερμάνθη. [p. 232] τρίτῃ ῥῖγος, πυρετὸς ὀξύς, οἴδημα ὑπέρυθρον, σκληρὸν τραχήλου καὶ ἐπὶ στῆθος ἐξ ἀμφοτέρων, ἄκρεα ψυχρά, πελιδνά, πνεῦμα μετέωρον, ποτὸν διὰ ῥινῶν, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα καὶ οὖρα ἐπέστη. τετάρτῃ πάντα παρωξύνθη. πέμπτῃ ἀπέθανε.


τὸ μειράκιον, κατέκειτο ἐπὶ ψευδέων [170] ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθος. τῇ πρώτῃ κοιλίη ταραχώδης χολώδεσι, λεπτοῖσι, πολλοῖσιν, οὖρα λεπτά, ὑπομέλανα, οὐχ ὕπνωσε, διψώδης. δευτέρῃ πάντα παρωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα. οὐχ ὕπνωσε, τὰ τῆς γνώμης ταραχώδεα, σμικρὰ ὑφίδρωσε. τρίτῃ δυσφόρως, διψώδης, ἀσώδης, πολὺς βληστρισμός, ἀπορίη, παρέκρουσεν, ἄκρεα πελιδνὰ καὶ ψυχρά, ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. τετάρτῃ οὐχ ὕπνωσεν: [180] ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν, ἡλικίην περὶ ἔτεα εἴκοσιν.


παρὰ Τεισαμενοῦ γυνὴ κατέκειτο, τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. ἔμετοι πολλοί, ποτὸν κατέχειν οὐκ ἠδύνατο. πόνοι περὶ ὑποχόνδρια. καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην οἱ πόνοι. στρόφοι συνεχέες. οὐ διψώδης. ἐπεθερμαίνετο, ἄκρεα ψυχρὰ διὰ τέλεος. ἀσώδης, [p. 234] ἄγρυπνος. οὖρα ὀλίγα, λεπτά. διαχωρήματα ὠμά, λεπτὰ, ὀλίγα. ὠφελεῖν οὐκέτι ἠδύνατο, [190] ἀπέθανεν.


γυναῖκα ἐξ ἀποφθορῆς νηπίου τῶν περὶ Παντιμίδην τῇ πρώτῃ πῦρ ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, ἀσώδης, ἄγρυπνος. κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι. δευτέρῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἀπὸ κοιλίης πολλά, οὐχ ὕπνωσε. τρίτῃ μείζους οἱ πόνοι. τετάρτῃ παρέκρουσεν: ἑβδόμῃ ἀπέθανε. κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν: οὖρα ὀλίγα λεπτά.


[200] ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Ἱκέτεω γυναῖκα, πῦρ ἔλαβεν. ἀρχομένη κωματώδης ἦν, καὶ πάλιν ἄγρυπνος, ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίη ἐπεταράχθη ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. τρίτῃ πλείω, χείρω: νυκτὸς οὐδὲν ἐκοιμήθη. τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι. δεξιῷ ἴλλαινε, ἵδρωσε περι κεφαλὴν ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά: πέμπτῃ πάντα παρωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει: ἄδιψος, ἄγρυπνος, κοιλίη [p. 236] [210] πολλοῖσιν ἀκαίροισι διὰ τέλεος: οὖρα ὀλίγα, λεπτά, ὑπομέλανα: ἄκρεα ψυχρά, ὑποπέλιδνα. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε.


γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦσαν τότε πρῶτον ἐπιπόνως ἄρσεν πῦρ ἔλαβεν. αὐτίκα ἀρχομένη διψώδης, ἀσώδης, καρδίην ὑπήλγει, γλῶσσα ἐπίξηρος, κοιλίη ἐπεταράχθη λεπτοῖσιν ὀλίγοισιν, οὐχ ὕπνωσε. δευτέρῃ σμικρὰ ἐπερρίγωσε, πυρετὸς ὀξύς, σμικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. τρίτῃ ἐπιπόνως: [220] ἀπὸ κοιλίης ὠμά, λεπτὰ πολλὰ διῄει. τετάρτῃ ἐπερρίγωσε, πάντα παρωξύνθη: ἄγρυπνος: πέμπτῃ ἐπιπόνως. ἕκτῃ διὰ τῶν αὐτῶν: ἀπὸ κοιλίης ἦλθε ὑγρὰ πολλά. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, δίψα, πολὺς βληστρισμός, περὶ δείλην ἵδρωσε δι᾽ ὅλου ψυχρῷ, ψύξις, ἄκρεα ψυχρά, οὐκέτι ἀνεθερμαίνετο: καὶ πάλιν ἐς νύκτα ἐπερρίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνετο, οὐχ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει. ὀγδόῃ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, [230] διψώδης, κωματώδης, ἀσώδης, ἤμεσε χολώδεα σμικρὰ ὑπόξανθα. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, οὔρησε πολὺ ἀθρόον οὐκ εἰδυῖα. ἐνάτῃ συνέδωκε [p. 238] πάντα, κωματώδης. πρὸς δείλην σμικρὰ ἐπερρίγωσεν, ἤμεσε σμικρὰ χολώδεα. δεκάτῃ ῥῖγος, πυρετὸς παρωξύνθη, οὐχ ὕπνωσεν οὐδέν: πρωὶ οὔρησε πολὺ ὑπόστασιν οὐκ ἔχον, ἄκρεα ἀνεθερμάνθη. ἑνδεκάτῃ ἤμεσε χολώδεα, ἰώδεα. ἐπερρίγωσεν οὐ μετὰ πολύ, καὶ πάλιν ἄκρεα ψυχρά, ἐς δείλην ἱδρώς, ῥῖγος, ἤμεσε πολλά, νύκτα [240] ἐπιπόνως. δωδεκάτῃ ἤμεσε πολλὰ μέλανα δυσώδεα, λυγμὸς πολύς, δίψος ἐπιπόνως. τρισκαιδεκάτῃ μέλανα, δυσώδεα πολλὰ ἤμεσε, ῥῖγος: περὶ δὲ μέσον ἡμέρης ἄφωνος. τεσσαρεσκαιδεκάτῃ αἷμα διὰ ῥινῶν: ἀπέθανε. ταύτῃ διὰ τέλεος κοιλίη ὑγρή: φρικώδης: ἡλικίη περὶ ἔτεα [246] ἑπτακαίδεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: