previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τοὺς καιροὺς τούτους συνθεωρῶν Κλεομένης τὰς μὲν δυνάμεις διαφειμένας, τὸν δ᾽ Ἀντίγονον μετὰ τῶν μισθοφόρων ἐν Αἰγίῳ διατρίβοντα καὶ τριῶν ἡμερῶν ὁδὸν ἀφεστῶτα τῆς Μεγάλης πόλεως, [2] τὴν δὲ πόλιν ταύτην εἰδὼς δυσφύλακτον οὖσαν διὰ τὸ μέγεθος καὶ τὴν ἐρημίαν, τότε δὲ καὶ ῥᾳθύμως τηρουμένην διὰ τὴν Ἀντιγόνου παρουσίαν, τὸ δὲ μέγιστον, ἀπολωλότας τοὺς πλείστους τῶν ἐν ταῖς ἡλικίαις ἔν τε τῇ περὶ τὸ Λύκαιον καὶ μετὰ ταῦτα τῇ περὶ Λαδόκεια μάχῃ, [3] λαβὼν συνεργούς τινας τῶν ἐκ Μεσσήνης φυγάδων, οἳ διατρίβοντες ἐτύγχανον ἐν τῇ Μεγάλῃ πόλει, παρεισῆλθε διὰ τούτων λάθρᾳ νυκτὸς ἐντὸς τῶν τειχῶν. [4] τῆς δ᾽ ἡμέρας ἐπιγενομένης παρ᾽ ὀλίγον ἦλθε τοῦ μὴ μόνον ἐκπεσεῖν, ἀλλὰ καὶ τοῖς ὅλοις κινδυνεῦσαι διὰ τὴν εὐψυχίαν τῶν Μεγαλοπολιτῶν. [5] δὴ καὶ τρισὶ μησὶ πρότερον αὐτῷ συνέβη παθεῖν παρεισπεσόντι κατὰ τὸν Κωλαιὸν προσαγορευόμενον τόπον τῆς πόλεως. [6] τότε δὲ τῷ πλήθει τῆς δυνάμεως καὶ τῷ προκαταλαμβάνεσθαι τοὺς εὐκαίρους τόπους καθίκετο τῆς ἐπιβολῆς καὶ πέρας ἐκβαλὼν τοὺς Μεγαλοπολίτας κατέσχε τὴν πόλιν. [7] γενόμενος δ᾽ ἐγκρατὴς οὕτως αὐτὴν πικρῶς διέφθειρεν καὶ δυσμενῶς ὥστε μηδ᾽ ἐλπίσαι μηδένα διότι δύναιτ᾽ ἂν συνοικισθῆναι πάλιν. [8] τοῦτο δὲ ποιῆσαί μοι δοκεῖ διὰ τὸ κατὰ τὰς τῶν καιρῶν περιστάσεις παρὰ μόνοις Μεγαλοπολίταις καὶ Στυμφαλίοις μηδέποτε δυνηθῆναι μήθ᾽ αἱρετιστὴν καὶ κοινωνὸν τῶν ἰδίων ἐλπίδων μήτε προδότην κατασκευάσασθαι. [9] τὸ μὲν γὰρ Κλειτορίων φιλελεύθερον καὶ γενναῖον εἷς ἀνὴρ κατῄσχυνε διὰ τὴν ἑαυτοῦ κακίαν, Θεάρκης: ὃν εἰκότως ἐξαρνοῦνται Κλειτόριοι μὴ φῦναι παρὰ σφίσι, γενέσθαι δ᾽ ὑποβολιμαῖον ἐξ Ὀρχομενοῦ τῶν ἐπηλύδων τινὸς στρατιωτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: