previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γνάιος μὲν οὖν Φόλουιος εἰς τὴν Ῥώμην ἀπέπλευσε, τὸ πλεῖον ἔχων μέρος τῆς τε ναυτικῆς καὶ πεζικῆς στρατιᾶς. [2] δὲ Ποστόμιος ὑπολειπόμενος τετταράκοντα σκάφη καὶ στρατόπεδον ἐκ τῶν περικειμένων πόλεων ἁθροίσας παρεχείμαζε, συνεφεδρεύων τῷ τε τῶν Ἀρδιαίων ἔθνει καὶ τοῖς ἄλλοις τοῖς δεδωκόσιν ἑαυτοὺς εἰς τὴν πίστιν. [3] ὑπὸ δὲ τὴν ἐαρινὴν ὥραν Τεύτα διαπρεσβευσαμένη πρὸς τοὺς Ῥωμαίους ποιεῖται συνθήκας, ἐν αἷς εὐδόκησε φόρους τε τοὺς διαταχθέντας οἴσειν πάσης τ᾽ ἀναχωρήσειν τῆς Ἰλλυρίδος πλὴν ὀλίγων τόπων, καὶ τὸ συνέχον, μάλιστα πρὸς τοὺς Ἕλληνας διέτεινε, μὴ πλεύσειν πλέον δυσὶ λέμβοις ἔξω τοῦ Λίσσου, καὶ τούτοις ἀνόπλοις. [4] ὧν συντελεσθέντων Ποστόμιος μετὰ ταῦτα πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς Αἰτωλοὺς καὶ τὸ τῶν Ἀχαιῶν ἔθνος: οἳ καὶ παραγενόμενοι πρῶτον μὲν ἀπελογίσαντο τὰς αἰτίας τοῦ πολέμου καὶ τῆς διαβάσεως, ἑξῆς δὲ τούτοις τὰ πεπραγμένα διεξῆλθον καὶ τὰς συνθήκας παρανέγνωσαν, ἃς ἐπεποίηντο πρὸς τοὺς Ἰλλυριούς. [5] τυχόντες δὲ παρ᾽ ἑκατέρου τῶν ἐθνῶν τῆς καθηκούσης φιλανθρωπίας αὖθις ἀπέπλευσαν εἰς τὴν Κέρκυραν, ἱκανοῦ τινος ἀπολελυκότες φόβου τοὺς Ἕλληνας διὰ τὰς προειρημένας συνθήκας. [6] οὐ γὰρ τισὶν, ἀλλὰ πᾶσι τότε κοινοὺς ἐχθροὺς εἶναι συνέβαινε τοὺς Ἰλλυριούς. [7]

μὲν οὖν πρώτη διάβασις Ῥωμαίων μετὰ δυνάμεως εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης, ἔτι δ᾽ ἐπιπλοκὴ μετὰ πρεσβείας εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους τοιάδε καὶ διὰ ταύτας ἐγένετο τὰς αἰτίας. [8] ἀπὸ δὲ ταύτης τῆς καταρχῆς Ῥωμαῖοι μὲν εὐθέως ἄλλους πρεσβευτὰς ἐξαπέστειλαν πρὸς Κορινθίους καὶ πρὸς Ἀθηναίους, ὅτε δὴ καὶ Κορίνθιοι πρῶτον ἀπεδέξαντο μετέχειν Ῥωμαίους τοῦ τῶν Ἰσθμίων ἀγῶνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (5 total)
  • Commentary references to this page (1):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 31-32, commentary, 31.1
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), SOCII
    • Dictionary of Greek and Roman Geography (1854), ISSUS
    • Smith's Bio, Centumalus
    • Smith's Bio, Teuta
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: